Kitap 6
11.86
Τοῦτο μὲν οὖν τὸ εἶδος τοῦ ἀριθμητικοῦ ὑποδείγματος· γεωμετρίας δὲ ἔστω μαρτύριον ἡ κατασκευαζομένη σκηνὴ καὶ τεκταινομένη κιβωτός, ἀναλογίαις τισὶ λογικωτάταις, θείαις ἐπινοίαις κατασκευαζόμεναι, κατὰ συνέσεως δόσιν, ἐκ τῶν αἰσθητῶν εἰς τὰ νοητά, μᾶλλον δὲ ἐκ τῶνδε εἰς τὰ ἅγια καὶ τῶν ἁγίων τὰ ἅγια μεταγούσης ἡμᾶς. τὰ μὲν γὰρ τετράγωνα ξύλα τῷ τὸ τετράγωνον σχῆμα πάντῃ βεβηκέναι ὀρθὰς γωνίας ἐπιτελοῦν τὸ ἀσφαλὲς δηλοῖ. καὶ μῆκος μὲν τριακόσιοι πήχεις τοῦ κατασκευάσματος, πλάτος δὲ ν΄, βάθος δὲ λ΄· καὶ εἰς πῆχυν ἄνωθεν συντελεῖται, ἐκ τῆς πλατείας βάσεως ἀποξυνομένη πυραμίδος τρόπον, ἡ κιβωτός, τῶν διὰ πυρὸς καθαιρομένων καὶ δοκιμαζομένων σύμβολον. ἡ γεωμετρικὴ αὕτη παρέχεται ἀναλογία εἰς παραπομπὴν τῶν ἁγίων ἐκείνων μονῶν, ὧν τὰς διαφορὰς αἱ διαφοραὶ τῶν ἀριθμῶν τῶν ὑποτεταγμένων μηνύουσιν.
11.87
οἱ δὲ ἐμφερόμενοι λόγοι εἰσὶν ἑξαπλάσιοι ὡς τὰ τριακόσια τῶν ν΄, καὶ δεκαπλάσιοι ὡς τῶν λ΄ δεκαπλάσια τὰ τριακόσια, καὶ ἐπιδίμοιροι· τὰ γὰρ ν΄ τῶν λ΄ ἐπιδίμοιρα. εἰσὶ δ’ οἳ τοὺς τριακοσίους πήχεις σύμβολον τοῦ κυριακοῦ σημείου λέγουσι, τοὺς ν΄ δὲ τῆς ἐλπίδος καὶ τῆς ἀφέσεως τῆς κατὰ τὴν πεντηκοστήν, καὶ τοὺς λ΄ ἤ, ὡς ἔν τισι, δώδεκα τὸ κήρυγμα δηλοῦν ἱστοροῦσιν, ὅτι τριακοστῷ μὲν ἐκήρυξεν ὁ κύριος ἔτει, ιβ΄ δὲ ἦσαν οἱ ἀπόστολοι, καὶ εἰς πῆχυν συντελεῖσθαι τὸ κατασκεύασμα, εἰς μονάδα τελευτώσης τῆς τοῦ δικαίου προκοπῆς καὶ εἰς τὴν ἑνότητα τῆς πίστεως.