Kitap 6
2.9
Πάλιν Εὐριπίδου ποιήσαντος· ἐκ γὰρ πατρὸς καὶ μητρὸς ἐκπονουμένων σκληρὰς διαίτας οἱ γόνοι βελτίονες, Κριτίας γράφει· ἄρχομαι δέ τοι ἀπὸ γενετῆς ἀνθρώπου· πῶς ἂν βέλτιστος τὸ σῶμα γένοιτο καὶ ἰσχυρότατος; εἰ ὁ φυτεύων γυμνάζοιτο καὶ ἐσθίοι ἐρρωμένως καὶ ταλαιπωροίη τὸ σῶμα καὶ ἡ μήτηρ τοῦ παιδίου τοῦ μέλλοντος ἔσεσθαι ἰσχύοι τὸ σῶμα καὶ γυμνάζοιτο.
2.9
Αὖθίς τε Ὁμήρου ἐπὶ τῆς ἡφαιστοτεύκτου ἀσπίδος εἰπόντος· ἐν μὲν γαῖαν ἔτευξ̓, ἐν δ’ οὐρανόν, ἐν δὲ θάλασσαν· ἐν δ’ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο. Φερεκύδης ὁ Σύριος λέγει· Ζᾶς ποιεῖ φᾶρος μέγα τε καὶ καλὸν καὶ ἐν αὐτῷ ποικίλλει γῆν καὶ Ὠγηνὸν καὶ τὰ Ὠγηνοῦ δώματα.
2.9
Ὁμήρου τε εἰπόντος· αἰδώς, ἥτ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησιν, Εὐριπίδης ἐν Ἐρεχθεῖ γράφει· αἰδοῦς δὲ καὐτὸς δυσκρίτως ἔχω πέρι· καὶ δεῖ γὰρ αὐτῆς κἄστιν αὖ κακὸν μέγα.