Kitap 6
9.73
ἀλλ’, εἰ καὶ τὴν εὐθυμίαν ἀφέλοιμεν αὐτοῦ, ὡς πάντως ὑπὸ τῶν λυπηρῶν συγχεθησομένου καὶ διὰ τοῦτο κάκιστα ἀπαλλάξοντος τοῦ τε ζῆν. τῆς δ’ ἐπιθυμίας εἰ μὴ μετείη αὐτῷ, ᾗ τισιν ἔδοξεν, οὐκ ἂν † τῶν ὁμοίων τοῖς καλοῖς κἀγαθοῖς, φασίν, ἔφεσιν λάβοι. εἰ γοῦν ἡ πᾶσα οἰκείωσις ἡ πρὸς τὰ καλὰ μετ’ ὀρέξεως γίνεται, πῶς ἀπαθὴς μένει, φασίν, ὁ τῶν καλῶν ὀρεγόμενος; ἀλλ’ οὐκ ἴσασιν, ὡς ἔοικεν, οὗτοι τὸ θεῖον τῆς ἀγάπης· οὐ γάρ ἐστιν ἔτι ὄρεξις τοῦ ἀγαπῶντος ἡ ἀγάπη, στερκτικὴ δὲ οἰκείωσις, εἰς τὴν ἑνότητα τῆς πίστεως ἀποκαθεστακυῖα τὸν γνωστικόν, χρόνου καὶ τόπου μὴ προσδεόμενον. ὅ δ’ ἐν οἷς ἔσται, δἰ ἀγάπης ἤδη γενόμενος, τὴν ἐλπίδα προειληφὼς διὰ τῆς γνώσεως, οὐδὲ ὀρέγεταί τινος, ἔχων ὡς οἷόν τε αὐτὸ τὸ ὀρεκτόν. εἰκότως τοίνυν ἐν τῇ μιᾷ ἕξει μένει τῇ ἀμεταβόλῳ γνωστικῶς ἀγαπῶν, οὐδ’ ἄρα ζηλώσει ἐξομοιωθῆναι τοῖς καλοῖς εἶναι, δἰ ἀγάπης ἔχων τοῦ κάλλους. θάρσους τε καὶ ἐπιθυμίας τίς ἔτι τούτῳ χρεία τὴν ἐκ τῆς ἀγάπης οἰκείωσιν πρὸς τὸν ἀπαθῆ θεὸν ἀπειληφότι καὶ διὰ τῆς ἀγάπης ἑαυτὸν εἰς τοὺς φίλους ἐγγεγραφότι;