Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 6

18.168 εἶτα περὶ μὲν ποιητικῆς Πλάτων κοῦφον γάρ τι χρῆμα καὶ ἱερὸν ποιητὴς γράφει καὶ οὐχ οἷός τε ποιεῖν. πρὶν ἂν ἔνθεός τε καὶ ἔκφρων γένηται. καὶ ὁ Δημόκριτος ὁμοίως· ποιητὴς δὲ ἅσσα μὲν ἂν γράφῃ μετ’ ἐνθουσιασμοῦ καὶ ἱεροῦ πνεύματος, καλὰ κάρτα ἐστίν. ἴσμεν δὲ οἷα ποιηταὶ λέγουσιν. τοὺς δὲ τοῦ παντοκράτορος προφήτας θεοῦ οὐκ ἄν τις καταπλαγείη, ὄργανα θείας γενομένους φωνῆς;
18.168 Καθάπερ οὖν ἀνδριάντα ἀποπλασάμενοι τοῦ γνωστικοῦ, ἤδη μὲν ἐπεδείξαμεν, οἷός ἐστι, μέγεθός τε καὶ κάλλος ἤθους αὐτοῦ ὡς ἐν ὑπογραφῇ δηλώσαντες· ὁποῖος γὰρ κατὰ τὴν θεωρίαν ἐν τοῖς φυσικοῖς, μετὰ ταῦτα δηλωθήσεται, ἐπὰν περὶ γενέσεως κόσμου διαλαμβάνειν ἀρξώμεθα.
← Önceki 153 / 153

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi