Kitap 6
2.22
Ὁμήρου πάλιν ποιήσαντος· μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, ὅ τε Ἀρχῖνος λέγει· πᾶσι μὲν ἀνθρώποις ὀφείλεται ἀποθανεῖν ἢ πρότερον ἢ εἰς ὕστερον, ὅ τε Δημοσθένης· πᾶσι μὲν γὰρ ἀνθρώποις τέλος τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ.
2.23
Ἡροδότου τε αὖ ἐν τῷ περὶ Γλαύκου τοῦ Σπαρτιάτου λόγῳ φήσαντος τὴν Πυθίαν εἰπεῖν τὸ πειρηθῆναι τοῦ θεοῦ καὶ τὸ ποιῆσαι ἴσον γενέσθαι, Ἀριστοφάνης ἔφη· δύναται γὰρ ἴσον τῷ δρᾶν τὸ νοεῖν, καὶ πρὸ τούτου ὁ Ἐλεάτης Παρμενίσης· τὸ γὰρ αὐτὸ νοεῖν ἐστίν τε καὶ εἶναι.
2.23
Ἢ οὐχὶ καὶ Πλάτωνος εἰπόντος ἡμεῖς δὲ τοῦτο λέξοιμεν ἂν ἴσως οὐκ ἀτόπως, ὅτι ἀρχὴ μὲν ἔρωτος ὅρασις, μειοῖ δὲ τὸ πάθος ἐλπίς, τρέφει δὲ μνήμη, τηρεῖ δὲ συνήθεια, Φιλήμων ὁ κωμικὸς γράφει· ὁρῶσι πάντες πρῶτον, εἶτ’ ἐθαύμασαν, ἔπειτ’ ἐπεθεώρησαν, εἷτ’ ἐς ἐλπίδα ἐνέπεσον· οὕτω γίνεται ἐκ τούτων ἔρως.
2.23
Ἀλλὰ καὶ Δημοσθένους εἰπόντος πᾶσι γὰρ ἡμῖν ὁ θάνατος ὀφείλεται καὶ τὰ ἑξῆς, ὁ Φανοκλῆς ἐν Ἔρωσιν ἢ Καλοῖς γράφει· ἀλλὰ τὸ Μοιράων νῆμ’ ἄλλυτον, οὐδέ ποτ’ ἔστιν ἐκφυγέειν, ὁπόσοι γῆν ἐπιφερβόμεθα.
2.24
Εὕροις δ’ ἂν καὶ Πλάτωνος εἰπόντος παντὸς γὰρ φυτοῦ ἡ πρώτη βλάστη, καλῶς ὁρμηθεῖσα πρὸς ἀρετήν, τῆς ἑαυτοῦ φύσεως κυριωτάτη τέλος ἐπιθεῖναι τὸ πρόσφορον Ἔφορον τὸν ἱστορικὸν γράφοντα· ἀλλὰ καὶ τῶν ἀγρίων φυτῶν οὐθὲν ἡμεροῦσθαι πέφυκεν, ὅταν παραλλάξωσιν τὴν νεωτέραν ἡλικίαν.