Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 6

17.153 ὥστ’ οὐκ ἄτοπον καὶ τὴν φιλοσοφίαν ἐκ τῆς θείας προνοίας δεδόσθαι προπαιδεύουσαν εἰς τὴν διὰ Χριστοῦ τελείωσιν, ἢν μὴ ἐπαισχύνηται γνώσει βαρβάρῳ μαθητεύουσα φιλοσοφία προκόπτειν εἰς ἀλήθειαν. ἀλλ’ αἱ μὲν τρίχες ἠρίθμηνται καὶ τὰ εὐτελῆ κινήματα, φιλοσοφία δὲ πῶς οὐκ ἐν λόγῳ; καίτοι καὶ τῷ Σαμψὼν ἐν ταῖς θριξὶν ἡ δύναμις ἐδόθη, ἵνα καὶ τὰς ἀποβλήτους τῶν ἐν τῷ βίῳ τέχνας, τὰς κειμένας καὶ μενούσας μετὰ τὴν ἔξοδον τῆς ψυχῆς χαμαί, μὴ ἄνευ τῆς θείας δυνάμεως ἐννοήσῃ δίδοσθαι. αὐτίκα, φησίν, ἡ πρόνοια ἄνωθεν ἐκ τῶν προηγουμένων καθάπερ κεφαλῆς εἰς πάντας διήκει, ὡς τὸ μύρον, φησί. τὸ καταβαῖνον ἐπὶ τὸν πώγωνα τὸν Ἀαρὼν καὶ ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ (τουτέστι τοῦ μεγάλου ἀρχιερέως, δἰ οὗ τὰ πάντα ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν), οὐκ εἰς τὸν τοῦ σώματος κόσμον, ἔξωθεν δὲ τοῦ λαοῦ φιλοσοφία καθάπερ ἐσθής.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi