Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 6

16.141 ἐνταῦθα κατὰ μὲν τοὺς ἀριθμοὺς αὐτοὺς σῴζεται τῇ τάξει ἑκάστη μονὰς εἰς ἑβδομάδα τε καὶ ὀγδοάδα, κατὰ δὲ τὸν τῶν στοιχείων ἀριθμὸν ἕκτον γίνεται τὸ ζῆτα, καὶ ἕβδομον τὸ η. εἰσκλαπέντος δ’ οὐκ οἶδ’ ὅπως τοῦ ἐπισήμου εἰς τὴν γραφήν, ἐὰν οὕτως ἑπώμεθα, ἕκτη μὲν γίνεται ἡ ἑβδομάς, ἑβδόμη δὲ ἡ ὀγδοάς· διὸ καὶ ἐν τῇ ἕκτῃ ὁ ἄνθρωπος λέγεται πεποιῆσθαι ὁ τῷ ἐπισήμῳ πιστὸς γενόμενος ὡς εὐθέως κυριακῆς κληρονομίας ἀνάπαυσιν ἀπολαβεῖν. τοιοῦτόν τι καὶ ἡ ἕκτη ὥρα τῆς σωτηρίου οἰκονομίας ἐμφαίνει, καθ’ ἣν ἐτελειώθη ὁ ἄνθρωπος. ναὶ μὴν τῶν μὲν ὀκτὼ αἱ μεσότητες γίνονται ἑπτά, τῶν δὲ ἑπτὰ φαίνονται εἶναι τὰ διαστήματα ἕξ. ἄλλος γὰρ ἐκεῖνος λόγος, ἐπὰν ἑβδομὰς δοξάζῃ τὴν ὀγδοάδα καὶ οἱ οὐρανοὶ τοῖς οὐρανοῖς διηγοῦνται δόξαν θεοῦ. οἱ τούτων αἰσθητοὶ τύποι τὰ παρ’ ἡμῖν φωνήεντα στοιχεῖα. οὕτως καὶ αὐτὸς εἴρηται ὁ κύριος ἄλφα καὶ ὦ, ἀρχὴ καὶ τέλος, δι οὗ τὰ πάντα ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. οὐ τοίνυν, ὥσπερ τινὲς ὑπολαμβάνουσι τὴν ἀνάπαυσιν τοῦ θεοῦ, πέπαυται ποιῶν ὁ θεός· ἀγαθὸς γὰρ ὤν, εἰ παύσεταί ποτε ἀγαθοεργῶν, καὶ τοῦ θεὸς εἶναι παύσεται, ὅπερ οὐδὲ εἰπεῖν θέμις.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi