Kitap 6
15.129
Ἔχει δ’ οὖν καὶ ἄλλας τινὰς ἰδιότητας ἡ Ἑβραίων διάλεκτος, καθάπερ καὶ ἑκάστη τῶν λοιπῶν, λόγον τινὰ ἐμπεριέχουσα ἐθνικὸν ἐμφαίνοντα χαρακτῆρα. διάλεκτον γοῦν ὁρίζονται λέξιν ἐθνικῷ χαρακτῆρι συντελουμένην. ἀλλ’ οὔτι γε ἐκείναις ταῖς διαλέκτοις ἡ προφητεία γνώριμος καθίσταται· ταῖς μὲν γὰρ Ἑλληνικαῖς κατ’ ἐπιτήδευσιν αἱ καλούμεναι τῶν τρόπων ἐξαλλαγαὶ τὰς ἐπικρύψεις ποιοῦνται κατ’ εἰκόνα τῶν παρ’ ἡμῖν προφητειῶν, † ἀναγόμεναι, πλὴν ἑκουσίου τῆς παρατροπῆς παρὰ τὸ ὀρθὸν ἐμμέτρῳ ἢ σχεδίῳ φράσει γινομένης δείκνυται. ἔστι γοῦν ὁ τρόπος λέξις παραγεγραμμένη ἀπὸ τοῦ κυρίου ἐπὶ τὸ μὴ κύριον κατασκευῆς ἕνεκα καὶ φράσεως τῆς ἐν τῷ λόγῳ εὐχρηστίας χάριν. ἡ προφητεία δὲ οὐδ’ ὅλως τοὺς περὶ τὰς λέξεις σχηματισμοὺς ἐπιτηδεύει διὰ τὸ κάλλος τῆς φράσεως, τῷ δὲ μὴ πάντων εἶναι τὴν ἀλήθειαν ἐπικρύπτεται πολυτρόπως, μόνοις τοῖς εἰς γνῶσιν μεμυημένοις, τοῖς δἰ ἀγάπην ζητοῦσι τὴν ἀλήθειαν, τὸ φῶς ἀνατέλλουσα.