Kitap 6
2.13
Αὖθις Εὐριπίδου εἰπόντος· ὦ πολύμοχθος βιοτὴ θνητοῖς, ὡς ἐπὶ παντὶ σφαλερὰ κεῖσαι, καὶ τὰ μὲν αὔξεις, τὰ δὲ ἀποφθινύθεις, καὶ οὐκ ἔστιν ὅρος κείμενος οὐδεὶς εἰς ὅντινα χρὴ τελέσαι θνητοῖς, πλὴν ὅταν ἔλθῃ κρυερὰ Διόθεν θανάτου πεμφθεῖσα τελευτή, Δίφιλος γράφει· οὐκ ἔστι βίος ὃς οὐχὶ κέκτηται κακά, λύπας, μερίμνας, ἁρπαγάς, στρέβλας, νόσους. τούτων ὁ θάνατος καθάπερ ἰατρὸς φανεὶς ἀνέπαυσεν τοὺς ἔχοντας ἀναπαύσας ὕπνῳ.
2.14
Ἔτι τοῦ Εὐριπίδου εἰπόντος· πολλαὶ μορφαὶ τῶν δαιμονίων, πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί, ὁ τραγικὸς ὁμοίως Θεοδέκτης γράφει· τὸ μὴ βεβαίους τὰς βροτῶν εἶναι τύχας.
2.14
Βακχυλίδου τε εἰρηκότος· παύροισι δὲ θνητῶν τὸν ἅπαντα χρόνον δαίμων ἔδωκεν πράσσοντας ἐν καιρῷ πολιοκρόταφον γῆρας ἱκνεῖσθαι, πρὶν ἐγκῦρσαι δύᾳ, Μοσχίων ὁ κωμικὸς γράφει· κεῖνος δ’ ἁπάντων ἐστὶ μακαριώτατος. ὃς διὰ τέλους ζῶν ὁμαλὸν ἤσκησεν βίον.
2.14
Εὕροις δ’ ἂν καὶ Θεόγνιδος εἰπόντος· οὔτοι χρήσιμόν ἐστι νέα γυνὴ ἀνδρὶ γέροντι· οὐ γὰρ πηδαλίῳ πείθεται ὡς ἄκατος, Ἀριστοφάνη τὸν κωμικὸν γράφοντα· αἰσχρὸν νέᾳ γυναικὶ πρεσβύτης ἀνήρ.
2.14
Ἀνακρέοντος γὰρ ποιήσαντος· Ἔρωτα γὰρ τὸν ἁβρὸν μέλπομαι βρύοντα μίτραις πολυανθέμοις ἀείδειν· ὅδε καὶ θεῶν δυνάστης, ὅδε καὶ βροτοὺς δαμάζει, Εὐριπίδης γράφει· Ἔρως γὰρ ἄνδρας οὐ μόνους ἐπέρχεται οὐδ’ αὖ γυναῖκας, ἀλλὰ καὶ θεῶν ἄνω ψυχὰς ταράσσει κἀπὶ πόντον ἔρχεται.