Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 5

8.54 ἐνταῦθά μοι τὴν προφητείαν ἐκείνην ἔπαγε· ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐ συνῆκεν. ἵνα οὖν μή τις τούτων, ἐμπεσὼν εἰς τὴν ὑπὸ σοῦ διδασκομένην γνῶσιν, ἀκροατὴς γενόμενος τῆς ἀληθείας, παρακούσῃ τε καὶ παραπέσῃ, ἀσφαλής, φησί, περὶ τὴν χρῆσιν τοῦ λόγου γίνου, καὶ πρὸς μὲν τοὺς ἀλόγως προσιόντας ἀπόκλειε τὴν ζῶσαν ἐν βάθει πηγήν, ποτὸν δὲ ὄρεγε τοῖς τῆς ἀληθείας δεδιψηκόσιν. ἐπικρυπτόμενος δ’ οὖν πρὸς τοὺς οὐχ οἵους τε ὄντας παραδέξασθαι τὸ βάθος τῆς γνώσεως κατακάλυπτε τὸν λάκκον. ὁ κύριος οὖν τοῦ λάκκου, ὁ γνωστικὸς αὐτός, ζημιωθήσεται, φησί, τὴν αἰτίαν ὑπέχων τοῦ σκανδαλισθέντος ἤτοι καταποθέντος τῷ μεγέθει τοῦ λόγου, μικρολόγου ἔτι ὄντος, ἢ μετακινήσας τὸν ἐργάτην ἐπὶ τὴν θεωρίαν καὶ ἀποστήσας διὰ προφάσεως τῆς αὐτοσχεδίου πίστεως. ἀργύριον δὲ δώσει, τῷ παντοκρατορικῷ βουλήματι ὑπέχων λόγον καὶ εὐθύνας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi