Kitap 5
5.30
Αὐτίκα ἐπιτομὴν τῶν περὶ δικαιοσύνης εἰρημένων Μωυσεῖ ὁ Πυθαγόρας πεποίηται λέγων ζυγὸν μὴ ὑπερβαίνειν, τουτέστι μὴ παρέρχεσθαι τὸ πρὸς τὰς διανομὰς ἴσον, τιμῶντας τὴν δικαιοσύνην, ἣ φίλους ἀεὶ φίλοις πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις συνδεῖ· τὸ γὰρ ἴσον νόμιμον ἀνθρώποις ἔφυ, τῷ πλέονι δ’ ἀεὶ πολέμιον καθίσταται τοὔλασσον ἐχθρᾶς θ’ ἡμέρας κατάρχεται κατὰ τὴν ποιητικὴν χάριν. διὰ τοῦτο ὁ κύριος ἄρατε τὸν ζυγόν μου φησίν, ὅτι χρηστός ἐστι καὶ ἀβαρής. καὶ τοῖς περὶ πρωτείων φιλονικοῦσι γνωρίμοις μετὰ ἁπλότητος τὴν ἰσότητα παρεγγυᾷ λέγων ὡς τὰ παιδία αὐτοὺς γενέσθαι δεῖν. ὡσαύτως καὶ ὁ ἀπόστολος μηδένα εἶναι ἐν Χριστῷ δοῦλον ἢ ἐλεύθερον γράφει ἢ Ἕλληνα ἢ Ἰουδαῖον· καινὴ γὰρ ἡ κτίσις ἡ ἐν Χριστῷ ἀφιλόνικος καὶ ἀπλεονέκτητος καὶ ἰσότης δικαία· φθόνος γὰρ ἔξω θείου χοροῦ ἵσταται καὶ ζῆλος καὶ λύπη, ᾗ καὶ οἱ μύσται καρδίαν ἐσθίειν ἀπαγορεύουσιν, μὴ χρῆναί ποτε διδάσκοντες βαρυθυμίαις καὶ ὀδύναις ἐπὶ τοῖς ἀβουλήτως συμβαίνουσι δάκνειν καὶ κατεσθίειν τὴν ψυχήν. ἄθλιος γοῦν ἐκεῖνος, ὅν φησι καὶ Ὅμηρος πλανώμενον μόνον ὅν θυμὸν κατέδειν.