Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 5

13.135 Ὡσαύτως καὶ τὰ προφητικὰ τὴν αὐτὴν ἔχει τῷ ἀποστολικῷ λόγῳ δύναμιν. Ἡσαΐας μὲν γάρ φησιν· εἰ δὲ λέγετε· ἐπὶ κύριον τὸν θεὸν ἡμῶν πεποίθαμεν· νῦν μίχθητε τῷ κυρίῳ μου βασιλεῖ τῶν Ἀσσυρίων. καὶ ἐπιφέρει· καὶ νῦν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην τοῦ πολεμῆσαι αὐτήν; Ἰωνᾶς δὲ ὁ καὶ αὐτὸς προφήτης τὸ αὐτὸ αἰνίσσεται δἰ ὧν φησιν· καὶ εἰσῆλθεν πρὸς αὐτὸν ὁ πρῳρεὺς καὶ εἶπεν αὐτῷ· τί σὺ ῥέγχεις; ἀνάστηθι, ἐπικαλοῦ τὸν θεόν σου, ὅπως διασώσῃ ἡμᾶς καὶ μὴ ἀπολώμεθα. τὸ μὲν γὰρ ὁ θεός σου τῷ κατ’ ἐπίγνωσιν εἰδότι εἶπεν, τῷ δὲ ὅπως διασώσῃ ἡμᾶς ὁ θεὸς τὴν συναίσθησιν τῶν εἰς τὸν παντοκράτορα ἐπιβαλόντων τὸν νοῦν ἐθνῶν ἐδήλωσεν τῶν μηδέπω πεπιστευκότων. καὶ πάλιν ὁ αὐτός· καὶ εἶπεν πρὸς αὐτούς· δοῦλος κυρίου ἐγώ εἰμι καὶ κύριον τὸν θεὸν τοῦ οὐρανοῦ ἐγὼ φοβοῦμαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi