Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 5

13.121 Δίφιλος πάλιν ὁ κωμικὸς τοιαῦτά τινα περὶ τῆς κρίσεως διαλέγεται· οἴει σὺ τοὺς θανόντας, ὦ Νικήρατε, τρυφῆς ἁπάσης μεταλαβόντας ἐν βίῳ, πεφευγέναι τὸ θεῖον ὡς λεληθότας; ἔστιν Δίκης ὀφθαλμός, ὃς τὰ πάντα ὁρᾷ. καὶ γὰρ καθ’ Ἅιδην δύο τρίβους νομίζομεν· μίαν δικαίων, ἑτέραν δὲ ἀσεβῶν εἶναι ὁδόν. καί· εἰ τοὺς δύω καλύψει ἡ γῆ (φησί) τῷ παντὶ χρόνῳ, ἅρπαζε ἀπελθών, κλέπτε, ἀποστέρει, κύκα· μηδὲν πλανηθῇς· ἔστι καὶ ἐν Ἅιδου κρίσις· ἥνπερ ποιήσει ὁ θεὸς ὁ πάντων δεσπότης, οὗ τὸ ὄνομα φοβερὸν ἐστιν οὐδ’ ἂν ὀνομάσαιμι ἐγώ· ὃς τοῖς ἁμαρτάνουσι πρὸς μῆκος βίον δίδωσιν. Εἴ τις δὲ θνητῶν οἴεται τὸ ὑφ’ ἡμέραν κακόν τι πράσσων τοὺς θεοὺς λεληθέναι, δοκεῖ πονηρὰ καὶ δοκῶν ἁλίσκεται, ὅταν σχολὴν ἄγουσα τυγχάνῃ Δίκη. Ὁρᾶτε ὅσοι δοκεῖτε οὐκ εἶναι θεόν. ἔστιν γάρ, ἔστιν· εἰ δέ τις πράττει καλῶς, κακὸς πεφυκώς, τὸν χρόνον κερδαινέτω· χρόνῳ γὰρ οὗτος ὕστερον δώσει δίκην. συνᾴδει δὲ τούτοις ἡ τραγῳδία διὰ τῶνδε· ἔσται γάρ, ἔσται κεῖνος αἰῶνος χρόνος, ὅταν πυρὸς γέμοντα θησαυρὸν σχάσῃ χρυσωπὸς αἰθήρ, ἡ δὲ βοσκηθεῖσα φλὸξ ἅπαντα τἀπίγεια καὶ μετάρσια φλέξει μανεῖσα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi