Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 5

13.111 ὁ δὲ αὐτὸς κατὰ τὸ σιωπώμενον τὴν τῶν πολλῶν διαβάλλων εἰδωλολατρείαν ἐπιφέρει· ἀνελεύθερος πᾶς ὅστις εἰς δόξαν βλέπει, ὡς δὴ παρ’ ἐκείνης τευξόμενος καλοῦ τινος. οὔκουν ἔτι κατὰ τὴν τῶν πολλῶν δόξαν περὶ τοῦ θείου ὑποληπτέον. οὐδὲ γὰρ λάθρᾳ δοκῶ φωτὸς κακούργου σχήματ’ ἐκμιμούμενον σοὶ Ζῆν’ ἐς εὐνὴν ὥσπερ ἄνθρωπον μολεῖν, Ἀμφίων λέγει τῇ Ἀντιόπῃ. ὁ Σοφοκλῆς δὲ εὐθυρημόνως γράφει· τὴν τοῦδε γάρ τοι Ζεὺς ἔγημε μητέρα, οὐ χρυσόμορφος οὐδ’ ἐπημφιεσμένος πτίλον κύκνειον, ὡς κόρην Πλευρωνίαν ὑπημβρύωσεν, ἀλλ’ ὁλοσχερὴς ἀνήρ. εἶτα ὑπελθὼν καὶ δὴ ἐπήγαγεν· ταχὺς δὲ βαθμοῖς νυμφικοῖς ἐπεστάθη ὁ μοιχός. ἐφ’ οἷς ἔτι φανερώτερον τὴν ἀκρασίαν τοῦ μυθοποιουμένου Διὸς ὧδέ πως ἐκδιηγεῖται· ὃ δ’ οὔτε δαιτὸς οὔτε χέρνιβος θιγὼν πρὸς λέκτρον ᾔει καρδίαν ὠδαγμένος· ὅλην δ’ ἐκείνην εὐφρόνην ἐθόρνυτο. ταυτὶ μὲν οὖν παρείσθω ταῖς τῶν θεάτρων ἀνοίαις· ἄντικρυς δὲ ὁ μὲν Ἡράκλειτος τοῦ λόγου τοῦδ’ ἐόντος αἰεὶ φησὶν ἀξύνετοι γίγνονται ἄνθρωποι καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον.
13.112 Ὁ μελοποιὸς δὲ Μελανιππίδης ᾄδων φησίν· κλῦθί μοί, ὦ πάτερ, θαῦμα βροτῶν, τᾶς ἀειζώου ψυχᾶς μεδέων. Παρμενίδης δὲ ὁ μέγας, ὥς φησιν ἐν Σοφιστῇ Πλάτων, ὧδέ πως περὶ τοῦ θείου γράφει· πολλὰ μάλ’, ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστιν, οὖλον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ’ ἀγένητον. ἀλλὰ καὶ ὁ Ἡσίοδος αὐτὸς γὰρ πάντων φησὶ βασιλεὺς καὶ κοίρανός ἐστιν ἀθανάτων· σέο δ’ οὔτις ἐρήρισται κράτος ἄλλος.
13.112 Ναὶ μὴν καὶ ἡ τραγῳδία ἀπὸ τῶν εἰδώλων ἀποσπῶσα εἰς τὸν οὐρανὸν ἀναβλέπειν διδάσκει.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi