Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 5

13.108 Τί δ’; οὐχὶ παραπλήσια τῇ λεγούσῃ γραφῇ ἄρωμεν ἀφ’ ἡμῶν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν ὁ Πλάτων μονονουχὶ προφητεύων τὴν σωτήριον οἰκονομίαν ἐν τῷ δευτέρῳ τῆς Πολιτείας ὧδέ φησιν· οὕτω δὲ διακείμενος ὁ δίκαιος μαστιγωθήσεται, στρεβλώσεται, δεθήσεται, ἐκκοπήσεται τὼ ὀφθαλμώ, τελευτῶν πάντα κακὰ παθὼν ἀνασκινδυλευθήσεται. ὅ τε Σωκρατικὸς Ἀντισθένης, παραφράζων τὴν προφητικὴν ἐκείνην φωνὴν τίνι με ὡμοιώσατε; λέγει κύριος, θεὸν οὐδενὶ ἐοικέναι φησί· διόπερ αὐτὸν οὐδεὶς ἐκμαθεῖν ἐξ εἰκόνος δύναται. τὰ δ’ ὅμοια καὶ Ξενοφῶν ὁ Ἀθηναῖος κατὰ λέξιν λέγει· ὁ γοῦν πάντα σείων καὶ ἀτρεμίζων ὡς μὲν μέγας τις καὶ δυνατός, φανερός· ὁποῖος δ’ ἐστὶν μορφήν, ἀφανής· οὐδὲ μὴν ὁ παμφαὴς δοκῶν εἶναι ἥλιος οὐδ’ οὗτος ἔοικεν ὁρᾶν αὑτὸν ἐπιτρέπειν, ἀλλ’ ἤν τις ἀναιδῶς αὐτὸν θεάσηται, τὴν ὄψιν ἀφαιρεῖται. τίς γὰρ σὰρξ δύναται τὸν ἐπουράνιον καὶ ἀληθῆ ὀφθαλμοῖςιν ἰδεῖν θεὸν ἄμβροτον, ὃς πόλον οἰκεῖ; ἀλλ’ οὐδ’ ἀκτίνων κατεναντίον ἠελίοιο ἄνθρωποι στῆναι δυνατοί, θνητοὶ γεγαῶτες, προεῖπεν ἡ Σίβυλλα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi