Kitap 4
9.72
καὶ καλῶς ἐπὶ μὲν τῶν ὁμολογούντων ›ἐν ἐμοὶ‹ εἶπεν, ἐπὶ δὲ τῶν ἀρνουμένων τὸ ›ἐμὲ‹ προσέθηκεν. οὗτοι γάρ, κἂν τῇ φωνῇ ὁμολογήσωσιν αὐτόν, ἀρνοῦνται αὐτόν, τῇ πράξει μὴ ὁμολογοῦντες. μόνοι δ’ ἐν αὐτῷ ὁμολογοῦσιν οἱ ἐν τῇ κατ’ αὐτὸν ὁμολογίᾳ καὶ πράξει βιοῦντες, ἐν οἷς καὶ αὐτὸς ὁμολογεῖ ἐνειλημμένος αὐτοὺς καὶ ἐχόμενος ὑπὸ τούτων. διόπερ ἀρνήσασθαι αὐτὸν οὐδέποτε δύνανται· ἀρνοῦνται δὲ αὐτὸν οἱ μὴ ὄντες ἐν αὐτῷ. οὐ γὰρ εἶπεν ›ὃς ἀρνήσηται ἐν ἐμοί‹, ἀλλ’ ›ἐμέ‹· οὐδεὶς γάρ ποτε ὢν ἐν αὐτῷ ἀρνεῖται αὐτόν. τὸ δὲ ›ἔμπροσθεν τῶν ἀνθρώπων,‹ καὶ τῶν σῳζομένων καὶ τῶν ἐθνικῶν δὲ ὁμοίως παρ’ οἷς μὲν καὶ τῇ πολιτείᾳ, παρ’ οἷς δὲ καὶ τῇ φωνῇ. διόπερ ἀρνήσασθαι αὐτὸν οὐδέποτε δύνανται· ἀρνοῦνται δὲ αὐτὸν οἱ μὴ ὄντες ἐν αὐτῷ.