Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 4

7.48 ἃ δ’ ἐκπυθέσθαι τῆς ἐμῆς χρῄζεις φρενός, οὔτ’ ἂν καταίθων οὔτε κρατὸς ἐξ ἄκρου δεινοὺς καθιεὶς πρίονας εἰς ἄκρους πόδας πύθοἰ ἂν, οὐδ’ εἰ δεσμὰ πάντα προσβάλοις, ἀφόβως ἀνδρεϊζομένη παρὰ τῇ τραγῳδίᾳ λέγει γυνή. ἥ τε Ἀντιγόνη τοῦ Κρεοντείου καταφρονοῦσα κηρύγματος θαρσοῦσά φησιν· οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύσσων τάδε· θεὸς δὲ ἡμῖν κηρύσσει καὶ πειστέον αὐτῷ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. λέγει γοῦν ἡ γραφή· ›πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται.‹ εἰκότως οὖν Σιμωνίδης γράφει· ἔστι τις λόγος τὰν Ἀρετὰν ναίειν δυσαμβάτοις ἐπὶ πέτραις, νυμφᾶν δέ μιν θοᾶν χορὸν ἁγνὸν ἀμφέπειν· οὐδὲ πάντων βλεφάροις θνατῶν ἔσοπτος, ᾧ μὴ δακέθυμος ἱδρὼς ἔνδοθεν μόλῃ ἵκῃ τ’ ἐς ἄκρον ἀνδρείᾳ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi