Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 4

7.43 ἵνα σώσῃ τὴν ψυχήν. καίτοι κἂν ὑπεραποθάνῃς τοῦ πλησίον δἰ ἀγάπην, πλησίον δὲ ἡμῶν τὸν σωτῆρα ὑπολάβῃς (θεὸς γὰρ ἐγγίζων ὁ σῴζων πρὸς τὸ σῳζόμενον ἐλέχθη), θανῇ θάνατον ἑλόμενος διὰ ζωὴν καὶ σεαυτοῦ μᾶλλον ἢ ἐκείνου ἕνεκεν παθών· καὶ μή τι διὰ τοῦτο ἀδελφὸς εἴρηται· ὅτι ὁ δἰ ἀγάπην τὴν πρὸς τὸν θεὸν παθὼν διὰ τὴν ἰδίαν ἔπαθε σωτηρίαν ὅ τε αὖ διὰ τὴν ἰδίαν ἀποθνῄσκων σωτηρίαν διὰ τὴν ἀγάπην ὑπομένει τοῦ κυρίου. καὶ γὰρ αὐτὸς ζωὴ ὢν δἰ οὓς ἔπαθεν παθεῖν ἠθέλησεν, ἵνα τῷ πάθει ζήσωμεν αὐτοῦ· τί με λέγετε· κύριε κύριε, φησί, καὶ οὐ ποιεῖτε ἃ λέγω; ὁ μὲν γὰρ τοῖς χείλεσιν ἀγαπῶν λαός, τὴν δὲ καρδίαν μακρὰν ἔχων ἀπὸ τοῦ κυρίου ἄλλος ἐστίν, ἄλλῳ πεπεισμένος, καὶ ἑκὼν τούτῳ ἑαυτὸν πέπρακεν· ὅσοι δὲ τὰς ἐντολὰς τοῦ σωτῆρος ἐπιτελοῦσιν, καθ’ ἑκάστην πρᾶξιν μαρτυροῦσι, ποιοῦντες μὲν ὃ θέλει, ἀκολούθως δὲ ὀνομάζοντες τὸν κύριον καὶ δἰ ἔργου μαρτυροῦντες ᾧ πείθονται εἶναι, οἱ τὴν σάρκα σὺν ταῖς ἐπιθυμίαις καὶ τοῖς παθήμασι σταυρώσαντες. εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν, λέγει. ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi