Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 4

6.38 πάλιν φησίν· μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. ὁ δὲ ἔλεος οὐχ ᾗ τινες τῶν φιλοσόφων ὑπειλήφασι, λύπη ἐπ’ ἀλλοτρίαις συμφοραῖς, μᾶλλον δὲ ἀστεῖόν τί ἐστιν, ὡς οἱ προφῆται λέγουσιν· ἔλεον, γάρ φησι, θέλω καὶ οὐ θυσίαν. ἐλεήμονας δ’ εἶναι βούλεται οὐ μόνον τοὺς ἔλεον ποιοῦντας, ἀλλὰ καὶ τοὺς ἐθέλοντας ἐλεεῖν, κἂν μὴ δύνωνται, οἷς κατὰ προαίρεσιν τὸ ἐνεργεῖν πάρεστιν· ἐνίοτε γὰρ βουλόμεθα δἰ ἀργυρίου δόσεως ἢ διὰ σωματικῆς σπουδῆς ἔλεον ποιῆσαι, ὡς δεομένῳ ἐπαρκέσαι ἢ νοσοῦντι ὑπουργῆσαι ἢ ἐν περιστάσει γενομένῳ παραστῆναι, καὶ οὐχ οἷοί τέ ἐσμεν ἤτοι διὰ πενίαν ἢ νόσον ἢ γῆρας (φυσικὴ γὰρ νόσος καὶ τοῦτο) ἐξυπηρετῆσαι τῇ προαιρέσει ἐφ’ ἣν ὁρμώμεθα, μὴ δυνηθέντες ἐπὶ τέλος ἀγαγεῖν ὃ βεβουλήμεθα. τῆς αὐτῆς οὖν τιμῆς μεθέξουσι τοῖς δυνηθεῖσιν οἱ βεβουλημένοι, ὧν ἡ προαίρεσις ἴση, κἂν πλεονεκτῶσιν ἕτεροι τῇ περιουσίᾳ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi