Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 4

6.36 ὅτι δὲ πάντα ἐπὶ τὴν παίδευσιν τῆς ψυχῆς ἀνήγαγεν, μακάριοι φησὶν οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. πραεῖς δέ εἰσιν οἱ τὴν ἄσπειστον μάχην τὴν ἐν τῇ ψυχῇ καταπεπαυκότες θυμοῦ καὶ ἐπιθυμίας καὶ τῶν τούτοις ὑποβεβλημένων εἰδῶν. πραεῖς δὲ τοὺς κατὰ προαίρεσιν, οὐ κατ’ ἀνάγκην ἐπαινεῖ. εἰσὶ γὰρ παρὰ κυρίῳ καὶ μισθοὶ καὶ μοναὶ πλείονες κατὰ ἀναλογίαν βίων· ὃς γὰρ ἂν δέξηται, φησί, προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται, καὶ ὃς ἂν δέξηται δίκαιον εἰς ὄνομα δικαίου, μισθὸν δικαίου λήψεται, καὶ ὃς ἂν δέξηται ἕνα τῶν μαθητῶν τούτων τῶν μικρῶν, τὸν μισθὸν οὐκ ἀπολέσει. πάλιν τε αὐ τὰς κατ’ ἀξίαν διαφοράς, τῆς ἀρετῆς εὐγενεῖς ἀμοιβάς. διὰ τῶν ὡρῶν τῶν οὐχ ὁμοίων τὸν ἀριθμόν, πρὸς δὲ καὶ διὰ τοῦ ἑκάστῳ τῶν ἐργατῶν ἀποδοθέντος ἴσου μισθοῦ (τουτέστι τῆς σωτηρίας, ἣν τὸ δηνάριον αἰνίσσεται) τὸ ἐπ’ ἴσης δίκαιον μεμήνυκεν διὰ τῶν κατὰ τὰς ἀκαταλλήλους ὥρας ἐργασαμένων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi