Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 4

24.153 Αὐτίκα τὸ ἐφ’ ἡμῖν ἐστιν οὗπερ ἐπ’ ἴσης αὐτοῦ τε κύριοί ἐσμεν καὶ τοῦ ἀντικειμένου αὐτῷ, ὡς τὸ φιλοσοφεῖν ἢ μή, καὶ τὸ πιστεύειν ἢ ἀπιστεῖν. διὰ γοῦν τὸ ἑκατέρου τῶν ἀντικειμένων ἐπ’ ἴσης εἶναι ἡμᾶς κυρίους δυνατὸν εὑρίσκεται τὸ ἐφ’ ἡμῖν. καὶ δὴ αἱ ἐντολαὶ οἷαί τε γενέσθαι καὶ μὴ γενέσθαι ὑφ’ ἡμῶν, οἷς εὐλόγως ἕπεται ἔπαινός τε καὶ ψόγος, οἵ τ’ αὖ κολαζόμενοι ἕνεκεν τῶν γενομένων αὐτοῖς ἁμαρτημάτων ἐπ’ αὐτοῖς μόνοις κολάζονται· παρῆλθε γὰρ τὰ γενόμενα οὐδὲ ἀγένητον γένοιτ’ ἄν ποτε τὸ γενόμενον. ἀφίενται γοῦν πρὸς τοῦ κυρίου αἱ πρὸ τῆς πίστεως ἁμαρτίαι, οὐχ ἵνα μὴ ὦσι γενόμεναι, ἀλλ’ ὡς μὴ γενόμεναι. πλὴν οὐδὲ πάσας ὁ Βασιλείδης φησί. μόνας δὲ τὰς ἀκουσίους καὶ κατὰ ἄγνοιαν ἀφίεσθαι, καθάπερ ἀνθρώπου τινός, ἀλλ’ οὐ θεοῦ τὴν τοσαύτην παρεχομένου δωρεάν. τούτῳ φησὶν ἡ γραφή· ὑπέλαβες, ἄνομε, ὅτι ἔσομαί σοι ὅμοιος. ἀλλ’ εἰ καὶ ἐπὶ ταῖς ἑκουσίοις κολαζόμεθα, οὐχ ἵνα μὴ γένωνται γενόμεναι, ἀλλ’ ὅτι ἐγένοντο, τιμωρούμεθα. κόλασις δὲ τὸν ἁμαρτήσαντα οὐκ ὠφελεῖ εἰς τὸ μὴ πεποιηκέναι, ἀλλ’ εἰς τὸ μηκέτι ἁμαρτάνειν μηδὲ μὴν ἄλλον τινὰ τοῖς ὁμοίοις περιπεσεῖν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi