Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 4

4.13 Ὅθεν εἰκότως καλούμενος ὁ γνωστικὸς ὑπακούει ῥᾳδίως καὶ τῷ τὸ σωμάτιον αἰτοῦντι φέρων προσδίδωσι καὶ τὰ πάθη, προαποδυόμενος τοῦ σαρκίου ταῦτα, οὐχ ὑβρίζων τὸν πειράζοντα, παιδεύων δέ, οἶμαι, καὶ ἐλέγχων, ἐξ οἵης τιμῆς καὶ οἵου μήκεος ὄλβου, ὥς φησιν Ἐμπεδοκλῆς, ὧδε ἐλθὼν μετὰ θνητῶν ἀναστρέφεται. οὗτος ὡς ἀληθῶς μαρτυρεῖ αὑτῷ μὲν τὸ εἶναι πιστῷ γνησίῳ πρὸς τὸν θεόν, τῷ πειράζοντι δὲ μάτην ἐζηλωκέναι τὸν δἰ ἀγάπης πιστόν, τῷ δ’ αὖ κυρίῳ τὴν ἔνθεον πρὸς τὴν διδασκαλίαν πειθώ, ἧς οὐκ ἀποστήσεται θανάτου φόβῳ, ναὶ μὴν καὶ τοῦ κηρύγματος τὴν ἀλήθειαν συμβεβαιοῖ ἔργῳ, δυνατὸν εἶναι δεικνὺς τὸν πρὸς ὃν σπεύδει θεόν. θαυμάσαις ἂν τὴν ἀγάπην αὐτοῦ, ἥν ἐναργῶς διδάσκει εὐχαρίστως ἑνούμενος πρὸς τὸ συγγενές, οὐ μὴν ἀλλὰ καὶ τῷ τιμίῳ αἵματι τοὺς ἀπίστους δυσωπῶν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi