Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 3

2.9 εἰ δὲ ἡ μοιχευθεῖσα καὶ ὁ εἰς αὐτὴν πορνεύσας θανάτῳ κολάζεται, δῆλον δήπου τὴν ἐντολὴν τὴν λέγουσαν οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον περὶ τῶν ἐθνῶν διαγορεύειν, ἵνα τις κατὰ νόμον καὶ τῆς τοῦ πλησίον καὶ τῆς ἀδελφῆς ἀποσχόμενος ἄντικρυς ἀκούσῃ παρὰ τοῦ κυρίου· ἐγὼ δὲ λέγω, οὐκ ἐπιθυμήσεις· ἡ δὲ τοῦ ἐγὼ μορίου προσθήκη προσεχεστέραν δείκνυσι τῆς ἐντολῆς τὴν ἐνέργειαν, καὶ ὅτι θεομαχεῖ ὅ τε Καρποκράτης ὅ τ’ Ἐπιφάνης, ὃς ἐν αὐτῷ τῷ πολυθρυλήτῳ βιβλίῳ, τῷ Περὶ δικαιοσύνης λέγω, ὧδέ πως ἐπιφέρει κατὰ λέξιν· ἔνθεν ὡς γελοῖον εἰρηκότος τοῦ νομοθέτου ῥῆνα τοῦτο ἀκουστέον ›οὐκ ἐπιθυμήσεις‹ πρὸς τὸ γελοιότερον εἰπεῖν ›τῶν τοῦ πλησίον‹· αὐτὸς γὰρ ὁ τὴν ἐπιθυμίαν δοὺς ὡς συνέχουσαν τὰ τῆς γενέσεως ταύτην ἀφαιρεῖσθαι κελεύει μηδενὸς αὐτὴν ἀφελὼν ζῴου· τὸ δὲ ›τῆς τοῦ πλησίον γυναικὸς‹ ἰδιότητα τὴν κοινωνίαν ἀναγκάζων ἔτι γελοιότερον εἶκεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi