Kitap 3
12.87
διό φησιν· ἐργάζεσθε μὴ τὴν ἀπολλυμένην βρῶσιν, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον. ὁμοίως δὲ κἀκεῖνο κομίζουσι τὸ ῥητόν· οἱ υἱοὶ τοῦ αἰῶνος ἐκείνου οὔτε γαμοῦσιν οὔτε γαμίζονται. ἀλλὰ τὸ ἐρώτημα τοῦτο τὸ περὶ νεκρῶν ἀναστάσεως καὶ τοὺς πυνθανομένους αὐτοὺς ἐὰν ἀναπεμπάσηταί τις, οὐκ ἀποδοκιμάζοντα τὸν γάμον εὑρήσει τὸν κύριον, θεραπεύοντα δὲ τὴν κατὰ τὴν ἀνάστασιν τῆς σαρκικῆς ἐπιθυμίας προσδοκίαν. τὸ δὲ οἱ υἱοὶ τοῦ αἰῶνος τούτου οὐ πρὸς ἀντιδιαστολὴν τῶν ἄλλου τινὸς αἰῶνος υἱῶν εἴρηκεν, ἀλλ’ ἐπ’ ἴσης τῷ οἱ ἐν τούτῳ γενόμενοι τῷ αἰῶνι, διὰ τὴν γένεσιν υἱοὶ ὄντες, γεννῶσι καὶ γεννῶνται, ἐπεὶ μὴ ἄνευ γενέσεώς τις εἰς τόνδε τὸν βίον παρελεύσεται, ἀλλ’ ἥδε ἡ γένεσις τὴν ὁμοίαν ἐπιδεχομένη φθορὰν οὐκέτι ἀναμένει τὸν ἅπαξ τοῦδε τοῦ βίου κεχωρισμένον. εἷς μὲν οὖν ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἀλλὰ καὶ ἁπάντων πατὴρ κατὰ τὴν δημιουργίαν αὐτός. μὴ καλέσητε οὖν ὑμῖν ἐπὶ τῆς γῆς πατέρα φησίν, οἷον μὴ αἴτιον ἡγήσησθε τὸν σπείραντα ὑμᾶς τὴν κατὰ σάρκα σπορὰν τῆς οὐσίας ὑμῶν, ἀλλὰ συναίτιον γενέσεως, μᾶλλον δὲ διάκονον γενέσεως.