Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 3

7.57 Ἡ μὲν οὖν ἀνθρωπίνη ἐγκράτεια, ἡ κατὰ τοὺς φιλοσόφους λέγω τοὺς Ἑλλήνων, τὸ διαμάχεσθαι τῇ ἐπιθυμίᾳ καὶ μὴ ἐξυπηρετεῖν αὐτῇ εἰς τὰ ἔργα ἐπαγγέλλεται, ἡ καθ’ ἡμᾶς δὲ τὸ μὴ ἐπιθυμεῖν, οὐχ ἵνα τις ἐπιθυμῶν καρτερῇ, ἀλλ’ ὅπως καὶ τοῦ ἐπιθυμεῖν ἐγκρατεύηται. λαβεῖν δὲ ἄλλως οὐκ ἔστι τὴν ἐγκράτειαν ταύτην ἢ χάριτι τοῦ θεοῦ. διὰ τοῦτο εἶπεν αἰτεῖτε καὶ δοθήσεται ὑμῖν. ταύτην ἔλαβεν τὴν χάριν καὶ ὁ Μωυσῆς τὸ ἐνδεὲς σῶμα περικείμενος, ἵνα τεσσαράκοντα ἡμέρας μήτε πεινάσῃ μήτε διψήσῃ. ὡς δὲ ὑγιαίνειν ἄμεινον τοῦ νοσοῦντα περὶ ὑγείας διαλέγεσθαι, οὕτω τὸ εἶναι φῶς τοῦ περὶ φωτὸς λαλεῖν καὶ ἡ κατὰ ἀλήθειαν ἐγκράτεια τῆς ὑπὸ τῶν φιλοσόφων διδασκομένης. οὐ γὰρ ὅπου φῶς, ἐκεῖ σκότος· ἔνθα δέ ἐστιν ἐπιθυμία ἐγκαθεζομένη, μόνη τυγχάνουσα, κἄν τῇ ἐνεργείᾳ ἡσυχάζῃ τῇ διὰ τοῦ σώματος, τῇ μνήμῃ συνουσιάζει πρὸς τὸ μὴ παρόν.
7.58 καθόλου δὲ ἡμῖν προΐτω ὁ λόγος περί τε γάμου περί τε τροφῆς καὶ τῶν ἄλλων, μηδὲν κατ’ ἐπιθυμίαν ποιεῖν, θέλειν δὲ μόνα ἐκεῖνα τὰ ἀναγκαῖα. οὐ γάρ ἐσμεν ἐπιθυμίας τέκνα, ἀλλὰ θελήματος. καὶ τὸν ἐπὶ παιδοποιίᾳ γήμαντα ἐγκράτειαν ἀσκεῖν χρή, ὡς μηδ’ ἐπιθυμεῖν τῆς γυναικὸς τῆς ἑαυτοῦ, ἣν ἀγαπᾶν ὀφείλει, σεμνῷ καὶ σώφρονι παιδοποιούμενος θελήματι. οὐ γὰρ τῆς σαρκὸς πρόνοιαν ποιεῖσθαι εἰς ἐπιθυμίας ἐμάθομεν, εὐσχημόνως δὲ ὡς ἐν ἡμέρᾳ, τῷ Χριστῷ καὶ τῇ κυριακῇ τῇ φωτεινῇ ἀγωγῇ, περιπατοῦντες, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔρισι καὶ ζήλοις.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi