Kitap 3
5.41
ὥσπερ οὖν ὁ τῇ ἐξουσίᾳ εἰς τὸ κατ’ ἀρετὴν βιῶσαι συγχρησάμενος ἐπαινετός, οὕτω πολὺ μᾶλλον ὁ τὴν ἐξουσίαν ἡμῖν δεδωκὼς ἐλευθέραν καὶ κυρίαν καὶ συγχωρήσας ἡμῖν βιοῦν ὡς βουλόμεθα σεμνὸς καὶ προσκυνητός, μὴ ἐάσας δουλεύειν ἡμῶν κατὰ ἀνάγκην τᾶς αἱρέσεις καὶ τὰς φυγάς. εἰ δὲ τὸ ἀδεὲς ἑκάτερος ἔχει, ὅ τε ἀκρασίαν ὅ τε ἐγκράτειαν ἑλόμενος, ἀλλὰ τὸ σεμνὸν οὐχ ὅμοιον. ὁ μὲν γὰρ εἰς ἡδονὰς ἐξοκείλας σώματι χαρίζεται, ὁ δὲ σώφρων τὴν κυρίαν τοῦ σώματος ψυχὴν ἐλευθεροῖ τῶν παθῶν. κἂν ἐπ’ ἐλευθερίᾳ κεκλῆσθαι λέγωσιν ἡμᾶς, μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν μὴν τῇ σαρκὶ παρέχωμεν κατὰ τὸν ἀπόστολον· εἰ δὲ ἐπιθυμίᾳ χαριστέον καὶ τὸν ἐπονείδιστον βίον ἀδιάφορον ἡγητέον, ὡς αὐτοὶ λέγουσιν, ἤτοι πάντα ταῖς ἐπιθυμίαις πειστέον, καί, εἰ τοῦτο, τὰ ἀσελγέστατα καὶ ἀνοσιώτατα πρακτέον ἅπαντα ἑπομένους τοῖς ἀναπείθουσιν ἡμᾶς· ἢ τῶν ἐπιθυμιῶν τινὰς ἐκκλινοῦμεν καὶ οὐκέτι ἀδιαφόρως βιωτέον οὐδὲ ἀνέδην δουλευτέον τοῖς ἀτιμοτάτοις μέρεσιν ἡμῶν, γαστρὶ καὶ αἰδοίοις, δἰ ἐπιθυμίαν κολακευόντων τὸν ἡμέτερον νεκρόν. τρέφεται γὰρ καὶ ζωοποιεῖται διακονουμένη εἰς ἀπόλαυσιν ἐπιθυμία, καθάπερ ἔμπολιν κολουομένη μαραίνεται.