Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 3

3.19 πάλιν δ’ ἐν τῷ Φαίδωνι τὴν γένεσιν κακίζων γράφει· ὁ μὲν οὖν ἐν ἀπορρήτοις λεγόμενος περὶ αὐτῶν λόγος, ὡς ἔν τινι φρουρᾷ ἐσμεν οἱ ἄνθρωποι. καὶ αὖθις· οἳ δὲ δὴ ἂν δόξωσι διαφερόντως πρὸς τὸ ὁσίως βιῶναι, οὗτοί εἰσιν οἱ τῶνδε μὲν τῶν τόπων ἐν τῇ γῇ ἐλευθερούμενοί τε καὶ ἀπαλλαττόμενοι ὥσπερ δεσμωτηρίων, ἄνω δὲ εἰς τὴν καθαρὰν οἴκησιν ἀφικνούμενοι. ἀλλ’ ὅμως οὕτως ἔχων αἴσθεται τῆς διοικήσεως καλῶς ἐχούσης καί φησιν· οὐ δεῖ δὴ ἑαυτὸν ἐκ ταύτης λύειν οὐδὲ ἀποδιδράσκειν. καὶ συνελόντι εἰπεῖν τοῦ κακὴν λογίζεσθαι τὴν ὕλην ἀφορμὴν οὐ παρέσχεν τῷ Μαρκίωνι, εὐσεβῶς αὐτὸς εἰπὼν περὶ τοῦ κόσμου τάδε· παρὰ μὲν γὰρ τοῦ συνθέντος πάντα τὰ καλὰ κέκτηται· παρὰ δὲ τῆς ἔμπροσθεν ἕξεως ὅσα χαλεπὰ καὶ ἄδικα ἐν οὐρανῷ γίνεται, ταῦτα ἐξ ἐκείνης αὐτός τε ἔχει καὶ τοῖς ζῴοις ἐναπεργάζεται.
3.20 ἔτι δὲ σαφέστερον ἐπιφέρει· τούτων δὲ αὐτῷ τὸ σωματοειδὲς τῆς συγκράσεως αἴτιον, τὸ τῆς πάλαι ποτὲ φύσεως σύντροφον, ὅτι πολλῆς ἦν μετέχον ἀταξίας πρὶν εἰς τὸν νῦν κόσμον ἀφικέσθαι. οὐδὲν δὲ ἧττον κἀν τοῖς Νόμοις ὀδύρεται τὸ τῶν ἀνθρώπων γένος λέγων ὧδε· θεοὶ δὲ οἰκτείραντες τὸ τῶν ἀνθρώπων ἐπίπονον πεφυκὸς γένος ἀναπαύλας τε αὐτοῖς τῶν πόνων ἐτάξαντο τὰς τῶν ἑορτῶν ἀμοιβάς. ἔν τε τῇ Ἐπινομίδι καὶ τὰς αἰτίας τοῦ οἴκτου δίεισι καὶ τάδε λέγει· ὡς ἐξ ἀρχῆς τὸ γενέσθαι χαλεπὸν ἅπαντι ζῴῳ, πρῶτον μὲν τὸ μετασχεῖν τῆς τῶν κυουμένων ἕξεως, ἔπειτ’ αὖ τὸ γίνεσθαι καὶ ἔτι τρέφεσθαι καὶ παιδεύεσθαι, διὰ πόνωνμυρίων γίγνεται ξύμπαντα, ὥς φαμεν ἅπαντες.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi