Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 2

20.108 ὅθεν ὡς ἔλεγεν Ἀρίστων πρὸς ὅλον τὸ τετράχορδον, ἡδονήν, λύπην, φόβον, ἐπιθυμίαν, πολλῆς δεῖ τῆς ἀσκήσεως καὶ μάχης, οὗτοι γάρ, οὗτοι καὶ σπλάγχνων ἔσω χωροῦσι καὶ κυκῶσιν ἀνθρώπων κέαρ. καὶ γὰρ τῶν σεμνῶν οἰομένων εἶναι τοὺς θυμοὺς ἡ ἡδονὴ κηρίνους ποιεῖ κατὰ Πλάτωνα, ὅτι ἑκάστη ἡδονή τε καὶ λύπη προσπασσαλοῖ τῷ σώματι τὴν ψυχὴν τοῦ τε μὴ ἀφορίζοντος καὶ ἀποσταυροῦντος ἑαυτὸν τῶν παθῶν. ὁ ἀπολέσας τὴν ψυχὴν τὴν ἑαυτοῦ, φησὶν ὁ κύριος, σώσει αὐτήν, ἤτοι ῥιψοκινδύνως ὑπὲρ τοῦ σωτῆρος αὐτὴν ἐπιδιδούς, ὡς αὐτὸς ὑπὲρ ἡμῶν πεποίηκεν, ἢ ἀπολύσας αὐτὴν ἐκ τῆς πρὸς τὸν συνήθη βίον κοινωνίας. ἐὰν γὰρ ἀπολῦσαι καὶ ἀποστῆσαι καὶ ἀφορίσαι (τοῦτο γὰρ ὁ σταυρὸς σημαίνει) τὴν ψυχὴν ἐθελήσῃς τῆς ἐν τούτῳ τῷ ζῆν τέρψεώς τε καὶ ἡδονῆς, ἕξεις αὐτὴν ἐν τῇ ἐλπίδι τῇ προσδοκωμένῃ εὑρημένην καὶ ἀναπεπαυμένην.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi