Kitap 2
19.99
Νῶε δὲ ὁ μὴ οὕτω γενόμενος ὡς ὁ Ἀδὰμ ἐπισκοπῇ θείᾳ διασῴζεται· φέρων γὰρ αὑτὸν ἀνέθηκε τῷ θεῷ. τόν τε Ἀβραὰμ ἐκ τριῶν παιδοποιησάμενον γυναικῶν οὐ δἰ ἡδονῆς ἀπόλαυσιν, δἰ ἐλπίδα δέ, οἶμαι, τοῦ πληθῦναι τὸ γένος ἐν ἀρχῇ, εἶς μόνος διαδέχεται κληρονόμος τῶν πατρῴων ἀγαθῶι·, οἱ δὲ ἄλλοι διῳκίσθησαν τῆς συγγενείας· ἔκ τε αὐτοῦ διδύμων γενομένων ὁ νεώτερος κληρονομεῖ εὐάρεστος τῷ πατρὶ γενόμενος, καὶ τὰς εὐχὰς λαμβάνει, δουλεύει δὲ ὁ πρεσβύτερος αὐτῷ· ἀγαθὸν γὰρ μέγιστον τῷ φαύλῳ τὸ μὴ αὐτεξούσιον. ἡ δὲ οἰκονομία αὕτη καὶ προφητικὴ καὶ τυπική. ὅτι δὲ τοῦ σοφοῦ πάντα ἐστί, σαφῶς μηνύει λέγων· διότι ἠλέησέν με ὁ θεός, ἔστι μοι πάντα. ἑνὸς γὰρ δεῖν ὀρέγεσθαι διδάσκει, δἰ οὗ τὰ πάντα γέγονεν καὶ τοῖς ἀξίοις τὰ ἐπηγγελμένα νέμεται.
19.100
κληρονόμον οὖν τὸν σπουδαῖον γενόμενον τῆς βασιλείας συμπολίτην διὰ τῆς θείας σοφίας ἀναγράφει καὶ τῶν πάλαι δικαίων, τῶν κατὰ τὸν νόμον καὶ πρὸ νόμου νομίμως βεβιωκότων, ὧν αἱ πράξεις νόμοι γεγόνασιν εἰς ἡμᾶς. πάλιν τε αὖ βασιλέα τὸν σοφὸν διδάσκων τοὺς μὴ ὁμοφύλους ποιεῖ λέγοντας αὐτῷ· βασιλεὺς παρὰ θεοῦ σὺ ἐν ἡμῖν εἶ, ἐθελουσίῳ γνώμῃ τῶν ἀρχομένων διὰ ζῆλον ἀρετῆς ὑπακουόντων τῷ σπουδαίῳ.