Kitap 2
18.94
οἳ δὲ καὶ περιλακτίζοντες τὰς γαστέρας πρὸ τῆς ἀποτέξεως ζῴων τινῶν, ἵνα δὴ γάλακτι ἀνακεκραμένην σάρακα θοινάζωνται, τάφον τῶν κυοφορουμένων τὴν εἰς γένεσιν κτισθεῖσαν μήτραν πεποιήκασι, διαρρήδην τοῦ νομοθέτου κελεύοντος ἀλλ οὐδὲ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ· μὴ γὰρ γινέσθω ἡ τοῦ ζῶντος τροφὴ ἥδυσμα τοῦ ἀναιρεθέντος ζῴου, φησίν ἡ σάρξ, μηδὲ τὸ τῆς ζωῆς αἴτιον συνεργὸν τῇ τοῦ σώματος καταναλώσει γινέσθω. ὁ δὲ αὐτὸς νόμος διαγορεύει βοῦν ἀλοῦντα μὴ φιμοῦν· δεῖ γὰρ καὶ τὸν ἐργάτην τροφῆς ἀξιοῦσθαι. ἀπαγορεύει τε ἐν ταὐτῷ καταζευγνύναι πρὸς ἄροτον γῆς βοῦν καὶ ὄνον, τάχα μὲν καὶ τοῦ περὶ τὰ ζῷα ἀνοικείου στοχασάμενος, δηλῶν δ’ ἅμα μηδένα τῶν ἑτεροεθνῶν ἀδικεῖν καὶ ὑπὸ ζυγὸν ἄγειν, οὐδὲν ἔχοντας αἰτιάσασθαι ἢ ὅτι τὸ ἀλλογενές, ὅπερ ἐστὶν ἀναίτιον, μήτε κακία μήτε ἀπὸ κακίας ὁρμώμενον. ἐμοὶ δὲ δοκεῖ καὶ μηνύειν ἡ ἀλληγορία, μὴ δεῖν ἐπ’ ἴσης καθαρῷ καὶ ἀκαθάρτῳ, πιστῷ πιστῷ τε καὶ ἀπίστῳ τῆς τοῦ λόγου μεταδιδόναι γεωργίας, διότι τὸ μέν ἐστι καθαρόν, ὁ βοῦς, ὄνος δὲ τῶν ἀκαθάρτων λελόγισται.