Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 2

18.91 Ἔτι τοὺς ἐπὶ τροφῇ δουλεύοντας ἀτιμάζεσθαι κωλύει, τοῖς τε ἐκ δανείων καταδουλωθεῖσιν ἐκεχειρίαν τὴν εἰς πᾶν δίδωσιν ἐνιαυτῷ ἑβδόμῳ. ἀλλὰ καὶ ἱκέτας ἐκδιδόναι εἰς κόλασιν κωλύει. παντὸς οὖν μᾶλλον ἀληθὲς τὸ λόγιον ἐκεῖνο· ὥσπερ δοκιμάζεται χρυσὸς καὶ ἄργυρος εἰς κάμινον, οὕτως ἐκλέγεται καρδίας ἀνθρώπων κύριος. καὶ ὁ μὲν ἐλεήμων ἀνὴρ μακροθυμεῖ, ἐν παντί τε μεριμνῶντι ἔνεστι σοφία· ἐμπεσεῖται γὰρ μέριμνα ἀνδρὶ νοήμονι, φροντιστής τε ὢν ζωὴν ζητήσει· καὶ ὁ ζητῶν τὸν θεὸν εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης, οἱ δὲ ὀρθῶς ζητήσαντες αὐτὸν εἰρήνην εὗρον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi