Kitap 2
18.85
Ἆρ’ οὐ δοκεῖ σοι φιλανθρωπίας εἶναι τὸ παράγγελμα τοῦτο ὥσπερ κἀκεῖνο, μισθὸν πένητος αὐθημερὸν ἀποδιδόναι; ἀνυπερθέτως δεῖν διδάσκει ἐκτίνειν τὸν ἐπὶ ταῖς ὑπηρεσίαις μισθόν· παραλύεται γάρ, οἶμαι, ἡ προθυμία τοῦ πένητος ἀτροφήσαντος πρὸς τοὐπιόν. ἔτι, φησί, δανειστὴς μὴ ἐπιστῇ χρεώστου οἰκίᾳ, ἐνέχυρον μετὰ βίας ληψόμενος, ἀλλ’ ὃ μὲν ἔξω προφέρειν κελευέτω, ὃ δὲ ἔχων μὴ ἀναδυέσθω. ἔν τε τῷ ἀμήτῳ τὰ ἀποπίπτοντα τῶν δραγμάτων ἀναιρεῖσθαι κωλύει τοὺς κτήτορας, καθάπερ κἀν τῷ θερισμῷ ὑπολείπεσθαί τι παραινεῖ ἄτμητον, διὰ τούτου εὖ μάλα τοὺς μὲν κτήτορας εἰς κοινωνίαν καὶ μεγαλοφροσύνην συνασκῶν ἐκ τοῦ προϊέναι τι τῶν ἰδίων τοῖς δεομένοις, τοῖς πένησι δὲ ἀφορμὴν πορίζων τροφῶν.