Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 2

15.70 ἐντεῦθεν ἀρυσάμενός τις τῶν παρ’ Ἕλλησι σοφῶν τὸ ἕπου θεῷ ἀπεφθέγξατο. οἱ δὲ εὐσεβεῖς φησὶν ̔Πσαΐας συνετὰ ἐβουλεύσαντο. βουλὴ δέ ἐστι ζήτησις περὶ τοῦ πῶς ἂν ἐν τοῖς παροῦσι πράγμασιν ὀρθῶς διεξάγοιμεν, εὐβουλία δὲ φρόνησις πρὸς τὰ βουλεύματα. τί δέ; οὐχὶ καὶ ὁ θεὸς μετὰ τὴν ἐπὶ τῷ Κάιν συγγνώμην ἀκολούθως οὐ πολλῷ ὕστερον τὸν μετανοήσαντα Ἐνὼχ εἰσάγει δηλῶν ὅτι συγγνώμην μετάνοια πέφυκε γεννᾶν; ἡ συγγνώμη δὲ οὐ κατὰ ἄφεσιν, ἀλλὰ κατὰ ἴασιν συνίσταται. τὸ δ’ αὐτὸ γίνεται κἀν τῇ κατὰ τὸν Ἀαρὼν τοῦ λαοῦ μοσχοποιίᾳ. ἐντεῦθέν τις τῶν παρ’ Ἕλλησι σοφῶν συγγνώμη τιμωρίας κρείσσων ἀπεφθέγξατο, ὥσπερ ἀμέλει καὶ τὸ ἐγγύα, πάρα δ’ ἄτα ἀπὸ τῆς Σολομῶντος φωνῆς λεγούσης· υἱέ, ἐὰν ἐγγυήσῃ σὸν φίλον, παραδώσεις σὴν χεῖρα ἐχθρῷ· παγὶς γὰρ ἀνδρὶ ἰσχυρὰ τὰ ἴδια χείλη, καὶ ἁλίσκεται ῥήμασιν ἰδίου στόματος. μυστικώτερον δὲ ἤδη τὸ γνῶθι σαυτὸν ἐκεῖθεν εἴληπται· εἶδες τὸν ἀδελφόν σου, εἶδες τὸν θεόν σου.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi