Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 2

15.69 καὶ χρὴ μηδὲ τὴν συνείδησιν ἔχειν μεμολυσμένην. εἰκότως οὖν φησιν ὁ προφήτης· οὐχ οὕτως, φησίν, οἱ ἀσεβεῖς, ἀλλ’ ἢ ὡσεὶ χνοῦς ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει (οἱ ἤδη κατακεκριμένοι, ἐπεὶ ὁ μὴ πιστεύων ἤδη κέκριται), οὐδὲ οἱ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων (οἱ ἤδη κατεγνωσμένοι εἰς τὸ μὴ ἑνωθῆναι τοῖς ἀπταίστως βεβιωκόσιν), ὅτι γινώσκει κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. πάλιν ὁ κύριος δείκνυσιν ἄντικρυς ἐφ’ ἡμῖν καὶ τὰ παραπτώματα καὶ τὰ πλημμελήματα, τρόπους θεραπείας καταλλήλους τοῖς πάθεσιν ὑποτιθέμενος, πρὸς τῶν ποιμένων ἐπανορθοῦσθαι βουλόμενος ἡμᾶς διὰ Ἰεζεκιήλ, αἰτιώμενος αὐτῶν, οἶμαι, τινὰς ἐφ’ οἷς οὐκ ἐτήρησαν τὰς ἐντολάς· τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε καὶ τὰ ἑξῆς ἕως καὶ οὐκ ἦν ὁ ἐπιζητῶν οὐδὲ ὁ ἀποστρέφων· μεγάλη γὰρ χαρὰ παρὰ τῷ πατρὶ ἑνὸς ἁμαρτωλοῦ σωθέντος, ὁ κύριός φησι. ταύτῃ πλέον ἐπαινετὸς ὁ Ἀβραὰμ ὅτι ἐπορεύθη καθάπερ ἐλάλησεν αὐτῷ ὁ κύριος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi