Kitap 2
15.68
ἕτερος δὲ κυριώτερον ἔλεγεν τὸν μὲν πρῶτον μακαρισμὸν τετάχθαι ἐπὶ τῶν μὴ κατακολουθησάντων ταῖς γνώμαις ταῖς πονηραῖς, ταῖς ἀποστατησάσαις τοῦ, τὸν δεύτερον δὲ ἐπὶ τῶν τῇ εὐρυχώρῳ καὶ πλατείᾳ ὁδῷ οὐκ ἐμμενόντων, ἢ τῶν ἐν νόμῳ τραφέντων ἢ καὶ τῶν ἐξ ἐθνῶν μετανενοηκότων· καθέδρα δὲ λοιμῶν καὶ τὰ θέατρα καὶ τὰ δικαστήρια εἴη ἂν ἤ, ὅπερ καὶ μᾶλλον, ἡ ἐξακολούθησις ταῖς πονηραῖς καὶ ταῖς λυμαντικαῖς ἐξουσίαις καὶ ἡ κατὰ τὰ ἔργα αὐτῶν κοινωνία. ἀλλ’ ἢ ἐν τῷ νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ· ὁ Πέτρος ἐν τῷ Κηρύγματι νόμον καὶ λόγον τὸν κύριον προσεῖπεν. δοκεῖ καὶ ἄλλως τριῶν ἀποχὴν ἁμαρτίας τρόπων διδάσκειν ὁ νομοθέτης, τῶν μὲν ἐν λόγῳ διὰ τῶν ἰχθύων τῶν ἀναύδων· ἔστι γὰρ τῷ ὄντι οὗ σιγὴ λόγου διαφέρει· ἔστι καὶ σιγῆς ἀκίνδυνον γέρας· τῶν δὲ ἐν ἔργῳ διὰ τῶν ἁρπακτικῶν καὶ σαρκοβόρων ὀρνέων· χοῖρος βορβόρῳ ἥδεται καὶ κόπρῳ·