Kitap 2
14.61
Ἐκράτει μὲν οὖν ὁ νόμος τότε καὶ τὸν ἀκουσίως φονεύσαντα ὡς τὸν ἀκουσίως γονορρυῆ, ἀλλ’ οὐ κατ’ ἴσον τῷ ἑκουσίως. καίτοι κἀκεῖνος ὡς ἐπὶ ἑκουσίῳ κολασθήσεται, εἴ τις μεταγάγοι τὸ πάθος ἐπὶ τὴν ἀλήθειαν· τῷ ὄντι γὰρ κολαστέος ὁ ἀκρατὴς τοῦ γονίμου λόγου. ὃ καὶ αὐτὸ πάθος ἐστὶ ψυχῆς ἄλογον, ἐγγὺς ἀδολεσχίας ἰόν· πιστὸς δὲ ᾕρηται πνοῇ κρύπτειν πράγματα. τὰ προαιρετικὰ τοίνυν κρίνεται. κύριος γὰρ ἐτάζει καρδίας καὶ νεφρούς· καὶ ὁ ἐμβλέψας πρὸς ἐπιθυμίαν κρίνεται. διὸ μηδὲ ἐπιθυμήσῃς λέγει καὶ ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ φησίν, ἡ δὲ καρδία αὐτῶν πόρρω ἐστὶν ἀπ’ ἐμοῦ. εἰς αὐτὴν γὰρ ἀφορᾷ τὴν γνώμην ὁ θεός, ἐπεὶ καὶ τὴν Λὼτ γυναῖκα ἐπιστραφεῖσαν μόνον ἑκουσίως ἐπὶ τὴν κακίαν τὴν κοσμικὴν κατέλιπεν ἀναίσθητον, ὡς λίθον δείξας ἁλατίνην καὶ στήσας εἰς τὸ μὴ πρόσω χωρεῖν, οὐ μωρὰν καὶ ἄπρακτον εἰκόνα, ἀρτῦσαι δὲ καὶ στῦψαι τὸν πνευματικῶς διορᾶν δυνάμενον.
15.62
Τὸ δ’ ἑκούσιον ἢ τὸ κατ’ ὄρεξίν ἐστιν ἢ τὸ κατὰ προαίρεσιν ἢ τὸ κατὰ διάνοιαν. αὐτίκα παράκειταί πως ταῦτα ἀλλήλοις, ἁμάρτημα, ἀτύχημα, ἀδίκημα. καὶ ἔστιν ἁμάρτημα μὲν φέρε εἰπεῖν τὸ τρυφητικῶς καὶ ἀσελγῶς βιοῦν, ἀτύχημα δὲ τὸ φίλον ὡς πολέμιον ὑπ’ ἀγνοίας βαλεῖν, ἀδίκημα δὲ ἡ τυμβωρυχία ἢ ἡ ἱεροσυλία. τὸ δὲ ἁμαρτάνειν ἐκ τοῦ ἀγνοεῖν κρίνειν ὅ τι χρὴ ποιεῖν συνίσταται, ἢ τοῦ ἀδυνατεῖν ποιεῖν, ὥσπερ ἀμέλει καὶ βόθρῳ περιπίπτει τις ἤτοι ἀγνοήσας ἢ ἀδυνατήσας ὑπερβῆναι δἰ ἀσθένειαν σώματος. ἀλλ’ ἐφ’ ἡμῖν γε ἥ τε πρὸς τὴν παιδείαν ἡμῶν παράστασις ἥ τε πρὸς τὰς ἐντολὰς ὑπακοή.