Kitap 1
11.54
παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται, καὶ αἱ πληγαὶ καὶ οἱ ἔλεγχοι διδόασι παιδείαν σοφίας, οἱ μετ’ ἀγάπης δηλονότι ἔλεγχοι· καρδία γὰρ εὐθεῖα ἐκζητεῖ γνῶσιν, ὅτι ὁ ζητῶν τὸν θεὸν εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης, οἱ δὲ ὀρθῶς ζητήσαντες αὐτὸν εἰρήνην εὗρον. καὶ γνώσομαι, φησίν, οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν, τοὺς δοκησισόφους καὶ οἰομένους εἶναι, οὐκ ὄντας δὲ σοφοὺς ἐπιρραπίζων γράφει. οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ , οὐ τῷ ἀληθεῖ. ἀλλὰ καθ’ ὑπόληψιν πιθανῷ, ἐν δυνάμει δὲ εἶπεν· μόνη γὰρ ἡ ἀλήθεια δυνατή. καὶ πάλιν· εἴ τις δοκεῖ ἐγνωκέναι τι, οὔπω ἔγνω καθὸ δεῖ γνῶναι· οὐ γάρ ποτε ἡ ἀλήθεια οἴησις, ἀλλ’ ἡ μὲν ὑπόληψις τῆς γνώσεως φυσιοῖ καὶ τύφου ἐμπίπλησιν, οἰκοδομεῖ δὲ ἡ ἀγάπη, μὴ περὶ τὴν οἴησιν, ἀλλὰ περὶ τὴν ἀλήθειαν ἀναστρεφομένη. ὅθεν εἴ τις ἀγαπᾷ, οὗτος ἔγνωσται λέγει.