Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 1

1.4 Εἰ τοίνυν ἄμφω κηρύττουσι τὸν λόγον, ὃ μὲν τῇ γραφῇ, ὃ δὲ τῇ φωνῇ, πῶς οὐκ ἄμφω ἀποδεκτέοι, ἐνεργὸν τὴν πίστιν διὰ τῆς ἀγάπης πεποιημένοι; τῇ δὲ αἰτίᾳ τοῦ μὴ τὸ βέλτιστον ἑλομένου θεὸς ἀναίτιος. αὐτίκα τῶν μὲν ἐκδανεῖσαι τὸν λόγον ἔργον ἐστίν. τῶν δὲ δοκιμάσαι καὶ ἤτοι ἑλέσθαι ἢ μή. ἡ κρίσις δὲ ἐν αὐτοῖς κρίνεται. ἀλλ’ ἡ μὲν κηρυκικὴ ἐπιστήμη ἤδη πως ἀγγελική, ὁποτέρως ἂν ἐνεργῇ, διά τε τῆς χειρὸς διά τε τῆς γλώττης, ὠφελοῦσα· ὅτι ὁ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον· τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐκκακῶμεν· συμβάλλεται γοῦν τὰ μέγιστα τῷ περιτυχόντι κατὰ τὴν θείαν πρόνοιαν, ἀρχὴν πίστεως, πολιτείας προθυμίαν, ὁρμὴν τὴν ἐπὶ τὴν ἀλήθειαν, κίνησιν ζητητικήν. ἴχνος γνώσεως. συνελόντι εἰπεῖν ἀφορμὰς δίδωσι σωτηρίας. οἱ δὲ ἐντραφέντες γνησίως τοῖς τῆς ἀληθείας λόγοις ἐφόδια ζωῆς ἀιδίου λαβόντες εἰς οὐρανὸν πτεροῦνται. θαυμασιώτατα τοίνυν ὁ ἀπόστολος ἐν παντὶ φησὶ συνιστάντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι, ὡς πτωχοί, πολλοὺς δὲ πλουτίζοντες. ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες· τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς. διαμαρτύρομαι δέ, τῷ Τιμοθέῳ φησὶν ἐπιστέλλων, ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi