Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 1

3.23 παγκάλως ὁ Ἀθηναῖος ἀποτείνεται καὶ γράφει Σόλων· εἰς γὰρ γλῶσσαν ὁρᾶτε καὶ εἰς ἔπη αἱμύλου ἀνδρός· ὑμῶν δὲ εἷς μὲν ἕκαστος ἀλώπεκος ἴχνεσι βαίνει, σύμπασιν δὲ ὑμῖν χαῦνος ἔνεστι νόος. τοῦτό που αἰνίσσεται ἡ σωτήριος ἐκείνη φωνή· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ· μόνῳ γάρ, οἶμαι, τῷ πιστεύοντι, διακεκριμένῳ τέλεον τῶν ἄλλων τῶν πρὸς τῆς γραφῆς θηρίων εἰρημένων, ἐπαναπαύεται τὸ κεφάλαιον τῶν ὄντων. ὁ χρηστὸς καὶ ἥμερος λόγος. ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν· κύριος γὰρ μόνος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι, σοφοὺς δή που τοὺς σοφιστὰς τοὺς περὶ τὰς λέξεις καὶ τὰς τέχνας περιττοὺς καλούσης τῆς γραφῆς.
3.24 ὅθεν οἱ Ἕλληνες καὶ αὐτοὶ τοὺς περὶ ὁτιοῦν πολυπράγμονας σοφοὺς ἅμα καὶ σοφιστὰς παρωνύμως κεκλήκασι. Κρατῖνος γοῦν ἐν τοῖς Ἀρχιλόχοις ποιητὰς καταλέξας ἔφη· οἷον σοφιστῶν σμῆνος ἀνεδιφήσατε. Ἰοφῶν τε ὁμοίως ὡς ὁ κωμικὸς ἐν Αὐλῳδοῖς σατύροις ἐπὶ ῥαψῳδῶν καὶ ἄλλων τινῶν λέγει· καὶ γὰρ εἰσελήλυθεν πολλῶν σοφιστῶν ὄχλος ἐξηρτυμένος. ἐπὶ τούτων καὶ τῶν παραπλησίων ὅσοι τοὺς κενοὺς μεμελετήκασι λόγους ἡ θεία γραφὴ παγκάλως λέγει· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi