Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 1

1.17 πάντες μὲν οὖν ὅσοι ταῖς ὄψεσι κεχρήμεθα, θεωροῦμεν τὰ προσπίπτοντα αὐταῖς, ἄλλοι δὲ ἄλλων ἕνεκα. αὐτίκα οὐχ ὁμοίως θεωρεῖ τὸ πρόβατον ὁ μάγειρός τε καὶ ὁ ποιμήν· ὃ μὲν γὰρ εἰ πῖόν ἐστι πολυπραγμονεῖ, ὃ δὲ εἰς εὐγονίαν τηρεῖ. τὸ γάλα τοῦ προβάτου ὃ μέν τις ἀμελξάτω, εἰ χρῄζει τροφῆς, τὸν μαλλὸν κειράτω. εἰ σκέπης δεῖται. ὧδέ μοι καὶ τῆς Ἑλληνικῆς χρηστομαθίας ὁ καρπὸς προχωρείτω. οὐκ οἶμαι γάρ τινα οὕτως εὐτυχῆ γραφὴν ἡγεῖσθαι ᾗ μηδεὶς ἀντερεῖ, ἀλλ’ ἐκείνην εὔλογον νομιστέον ᾗ μηδεὶς εὐλόγως ἀντερεῖ. καὶ πρᾶξιν ἄρα καὶ αἵρεσιν ἀποδεκτέον οὐ τὴν ἀμεμφῆ, ἀλλ’ ἥν οὐδεὶς εὐλόγως καταμέμψεται. οὐκ εὐθὺς δ’ εἴ τις μὴ προηγουμένως ἐπιτελεῖ, κατὰ περίστασιν αὐτὸ ποιεῖ, ἀλλὰ οἰκονομούμενός τι θεοσόφως καὶ συμπεριφερόμενος ἐνεργήσει. οὔτε γὰρ ὁ ἔχων τὴν ἀρετὴν χρῄζει τῆς ἐπὶ τὴν ἀρετὴν ἔτι ὁδοῦ οὔθ’ ὁ ἐρρωμένος ἀναλήψεως. καθάπερ δ’ οἱ γεωργοὶ προαρδεύσαντες τὴν γῆν, οὕτω δὴ καὶ ἡμεῖς τῷ ποτίμῳ τῶν παρ’ Ἕλλησι λόγων προαρδεύομεν τὸ γεῶδες αὐτῶν, ὡς παραδέξασθαι τὸ καταβαλλόμενον σπέρμα πνευματικὸν καὶ τοῦτο εὐμαρῶς ἐκθρέψαι δύνασθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi