Kitap 1
21.140
Μετὰ δὲ τὰ Ἑλληνικὰ καὶ ἀπὸ τῶν κατὰ τοὺς βαρβάρους χρόνων ἀποδοτέον κατὰ τὰ μέγιστα διαστήματα. ἀπὸ μὲν Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ συνάγεται ἔτη δισχίλια ἑκατὸν τεσσαράκοντα ὀκτὼ ἡμέραι τέσσαρες, ἀπὸ δὲ Σὴμ ἕως Ἀβραὰμ ἔτη χίλια διακόσια ν΄, ἀπὸ δὲ Ἰσαὰκ ἕως τῆς κληροδοσίας ἔτη ἑξακόσια δέκα ἕξ. ἔπειτα ἀπὸ κριτῶν ἕως Σαμουὴλ ἔτη τετρακόσια ἑξήκοντα τρία μῆνες ἑπτά. καὶ μετὰ τοὺς κριτὰς βασιλειῶν ἔτη πεντακόσια ἑβδομήκοντα δύο μῆνες ἕξ ἡμέραι δέκα. μεθ’ οὕς χρόνους Περσικῆς βασιλείας ἔτη διακόσια τριάκοντα πέντε, ἔπειτα τῆς Μακεδονικῆς ἕως Ἀντωνίου ἀναιρέσεως ἔτη τριακόσια δώδεκα ἡμέραι δεκαοκτώ. μεθ’ ὃν χρόνον ἡ Ῥωμαίων βασιλεία ἕως τῆς Κομόδου τελευτῆς ἔτη διακόσια εἴκοσι δύο. πάλιν τε αὖ ἀπὸ τῆς ἑβδομηκονταετοῦς αἰχμαλωσίας καὶ τῆς τοῦ λαοῦ εἰς πατρῴαν γῆν ἀποκαταστάσεως εἰς τὴν αἰχμαλωσίαν τὴν ἐπὶ Οὐεσπεσιανοῦ ἔτη συνάγεται τετρακόσια δέκα, τελευταῖα δὲ ἀπὸ Οὐεσπεσιανοῦ ἕως τῆς Κομόδου τελευτῆς εὑρίσκεται ἔτη ἑκατὸν εἴκοσι ἕν μῆνες ἕξ ἡμέραι εἴκοσι τέσσαρες.
21.141
Δημήτριος δέ φησιν ἐν τῷ Περὶ τῶν ἐν τῇ Ἰουδαίᾳ βασιλέων τὴν Ἰούδα φυλὴν καὶ Βενιαμεὶν καὶ Λευὶ μὴ αἰχμαλωτισθῆναι ὑπὸ τοῦ Σεναχηρείμ, ἀλλ’ εἶναι ἀπὸ τῆς αἰχμαλωσίας ταύτης εἰς τὴν ἐσχάτην, ἥν ἐποιήσατο Ναβουχοδονόσορ ἐξ Ἱεροσολύμων, ἔτη ἑκατὸν εἴκοσι ὀκτὼ μῆνας ἔξ. ἀφ’ οὗ δὲ αἱ φυλαὶ αἱ δέκα ἐκ Σαμαρείας αἰχμάλωτοι γεγόνασιν ἕως Πτολεμαίου τετάρτου ἔτη πεντακόσια ἑβδομήκοντα τρία μῆνας ἐννέα, ἀφ’ οὖ δὲ ἐξ Ἱεροσολύμων ἔτη τριακόσια τριάκοντα ὀκτὼ μῆνας τρεῖς.