Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 1

21.120 μετὰ δὲ Ἐζεκίαν ὁ υἱὸς αὐτοῦ Μανασσῆς βασιλεύει ἔτη πεντήκοντα πέντε, ἔπειτα ὁ τούτου υἱὸς Ἀμὼς ἔτη δύο, μεθ’ ὃν Ἰωσίας ὁ υἱὸς αὐτοῦ ὁ νομικώτατος ἔτη τριάκοντα καὶ ἕν. οὗτος ἐπέθηκε τὰ κῶλα τῶν ἀνθρώπων ἐπὶ τὰ κῶλα τῶν εἰδώλων, καθὼς, ἐν τῷ Λευιτικῷ γέγραπται. ἐπὶ τούτου ὀκτωκαιδεκάτῳ ἔτει τὸ πάσχα ἤχθη, ἐξ οὗ † ἀπὸ Σαμουήλ, μήτε ἐν τῷ μεταξὺ χρόνῳ τελεσθέν. τότε καὶ Χελκίας ὁ ἱερεὺς τοῦ προφήτου Ἱερεμίου πατὴρ περιτυχὼν τῷ τοῦ νόμου βιβλίῳ ἐν τῷ ἱερῷ ἀποκειμένῳ ἀναγνοὺς ἐτελεύτησεν. ἐπὶ τούτου προφητεύει Ὀλδᾶ καὶ Σοφονίας καὶ Ἱερεμίας. ἐπὶ δὲ Ἱερεμίου ψευδοπροφήτης γίνεται Ἀνανίας. ὁ Ἰωσίας οὗτος παρακούσας Ἱερεμίου τοῦ προφήτου ὑπὸ Νεχαὼ βασιλέως Αἰγύπτου ἀνῃρέθη κατὰ ποταμὸν Εὐφράτην, ὁρμῶντι αὐτῷ πρὸς Ἀσσυρίους ἀπαντήσας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi