Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 1

21.110 τελευτήσαντος δὲ Ἀὼδ ἁμαρτήσαντες αὖθις παρεδόθησαν βασιλεῖ Χαναὰν Ἰαβεὶμ ἔτεσιν εἴκοσι· ἐπὶ τούτου προφητεύει Δεββώρα γυνὴ Λαβιδὼθ ἐκ φυλῆς Ἐφραΐμ, καὶ ἦν ἀρχιερεὺς Ὀζιοῦς ὁ τοῦ Ῥιησοῦ. διὰ ταύτης ἡγησάμενος τῆς στρατιᾶς Βαρὰκ ὁ τοῦ Βεννὴρ ἐκ φυλῆς Νεφθαλὶμ παραταξάμενος Σισάρᾳ τῷ ἀρχιστρατήγῳ τοῦ Ἰαβεὶμ ἐνίκησε, καὶ ἦρξεν ἐντεῦθεν τοῦ λαοῦ διακρίνουσα ἡ Δεββώρα ἔτη τεσσαράκοντα. τελευτησάσης δὲ αὐτῆς ἁμαρτὼν αὖθις ὁ λαὸς παραδίδοται Μαδιηναίοις ἔτη ἑπτά. ἐπὶ τούτοις Γεδεὼν ἐκ φυλῆς Μανασσῆ ὁ τοῦ Ἰωὰς τριακοσίους ἐκστρατεύσας καὶ δώδεκα μυριάδας, αὐτῶν ἀπολέσας ἦρξεν ἔτη τεσσαράκοντα. μεδ’ ὂν ὁ υἱὸς αὐτοῦ Ἀβιμέλεχ ἔτη τρία. διαδέχεται τοῦτον Βωλεᾶς υἱὸς Βηδᾶν υἱοῦ Χαρρὰν ἐκ φυλῆς Ἐφραῒμ ἄρξας ἔτη τρία πρὸς τοῖς εἴκοσι. μεθ’ ὃν ἐξαμαρτὼν πάλιν ὁ λαὸς ἔτεσιν ὀκτωκαίδεκα Ἀμμανίταις παραδίδοται.
21.111 μετανοησάντων δὲ αὐτῶν ἡγεῖται Ἰεφθαὲ ὁ Γαλααδίτης ἐκ φυλῆς Μανασσῆ καὶ ἦρξεν ἔτη ἕξ, μεθ’ ὃν ἦρξεν Ἀβατθὰν ὁ ἐκ Βηθλεὲμ φυλῆς Ἰούδα ἔτη ἑπτά, ἔπειτα Ἑβρὼν ὁ Ζαβουλωνίτης ἔτη ὀκτώ, ἔπειτα Ἐγλὼμ Ἐφραῒμ ἔτη ὀκτώ. ἔνιοι δὲ τοῖς τοῦ Ἀβατθὰν ἔτεσιν ἑπτὰ συνάπτουσι τὰ Ἑβρὼν ὀκτὼ ἔτη. καὶ μετὰ τοῦτον ἐξαμαρτὼν πάλιν ὁ λαὸς ὑπὸ ἀλλοφύλοις γίνεται τοῖς Φυλιστιεὶμ ἔτη τεσσαράκοντα. ἐπιστρεψάντων δὲ αὐτῶν Σαμψὼν ἡγεῖται ἐκ φυλῆς Δάν, νικήσας ἐν πολέμῳ τοὺς ἀλλοφύλους. οὗτος ἦρξεν ἔτεσιν εἴκοσι. καὶ μετὰ τοῦτον ἀναρχίας οὔσης διέκρινε τὸν λαὸν Ἠλὶ ὁ ἱερεὺς τεσσαράκοντα ἔτη. τοῦτον δὲ διαδέχεται Σαμουὴλ ὁ προφήτης, σὺν οἷς Σαοὺλ ἐβασίλευσεν, ἔτη εἴκοσι ἑπτὰ κατασχών. οὗτος καὶ τὸν Δαβὶδ ἔχρισεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi