Kitap 1
21.107
Ἆπις δὲ τρίτος ἐστὶν ἀπὸ Ἰνάχου. ναὶ μὴν ἡ Λητὼ κατὰ Τιτυὸν γίνεται, Λητὼ γὰρ ἥλκησε, Διὸς κυδρὴν παράκοιτιν, Τιτυὸς δὲ συνεχρόνισεν Ταντάλῳ. εἰκότως ἄρα καὶ ὁ Βοιώτιος Πίνδαρος γράφει· ἐν χρόνῳ δὲ γένετ’ Ἀπόλλων, καὶ οὐδὲν θαυμαστόν, ὅπου γε καὶ Ἀδμήτῳ θητεύων εὑρίσκεται σὺν καὶ Ἡρακλεῖ μέγαν εἰς ἐνιαυτόν. Ζῆθος δὲ καὶ Ἀμφίων οἱ μουσικῆς εὑρεταὶ περὶ τὴν Κάδμου γεγόνασιν ἡλικίαν. κἄν τις ἡμῖν λέγῃ Φημονόην πρώτην χρησμῳδῆσαι Ἀκρισίῳ, ἀλλ’ ἴστω γε ὅτι μετὰ Φημονόην ἔτεσιν ὕστερον εἴκοσι ἑπτὰ οἱ περὶ Ὀρφέα καὶ Μουσαῖον καὶ Λίνον τὸν Ἡρακλέους διδάσκαλον. Ὅμηρος δὲ καὶ Ἡσίοδος πολλῷ νεώτεροι τῶν Ἰλιακῶν, μεθ’ οὕς μακρῷ νεώτεροι οἱ παρ’ Ἕλλησι νομοθέται, Λυκοῦργός τε καὶ Σόλων, καὶ οἱ ἑπτὰ σοφοί, οἵ τε ἀμφὶ τὸν Σύριον Φερεκύδην καὶ Πυθαγόραν τὸν μέγαν κάτω που περὶ τὰς ὀλυμπιάδας γενόμενοι, ὡς παρεστήσαμεν. καὶ θεῶν ἄρα τῶν πλείστων παρ’ Ἕλλησιν, οὐ μόνον τῶν λεγομένων σοφῶν τε καὶ ποιητῶν, ὁ Μωυσῆς ἡμῖν ἀποδέδεικται πρεσβύτερος.