Kitap 1
1.10
ἀπείρηται γοῦν προσφέρειν τῷ θυσιαστηρίῳ ἄλλαγμα κυνός· ὅτῳ δὲ ἀπήμβλυται κακῇ τροφῇ τε καὶ διδασκαλίᾳ τὸ τῆς ψυχῆς ὄμμα πρὸς τὸ οἰκεῖον φῶς, βαδιζέτω ἐπὶ τὴν ἀλήθειαν τὴν ἐγγράφως τὰ ἄγραφα δηλοῦσαν· οἱ διψῶντες, πορεύεσθε ἐφ’ ὕδωρ, Ἡσαΐας λέγει, καὶ πῖνε τὸ ὕδωρ ἀπὸ σῶν ἀγγείων, ὁ Σολομὼν παραινεῖ. ἐν γοῦν τοῖς Νόμοις ὁ ἐξ Ἑβραίων φιλόσοφος Πλάτων κελεύει τοὺς γεωργοὺς μὴ ἐπαρδεῦσαι μηδὲ λαμβάνειν ὕδωρ παρ’ ἑτέρων, ἐὰν μὴ πρότερον ὀρύξαντες παρ’ αὑτοῖς ἄχρι τῆς παρθενίου καλουμένης ἄνυδρον εὕρωσι τὴν γῆν. ἀπορίᾳ γὰρ ἐπαρκεῖν οὐ δίκαιον, ἀργίαν δὲ ἐφοδιάζειν οὐ καλόν· ᾗ καὶ φορτίον συνεπιτιθέναι μὲν εὔλογον. συγκαθαιρεῖν δὲ οὐ προσήκειν ὁ Πυθαγόρας ἔλεγεν. συνεξάπτει δὲ ἡ γραφὴ τὸ ζώπυρον τῆς ψυχῆς καὶ συντείνει τὸ οἰκεῖον ὄμμα πρὸς θεωρίαν, τάχα μέν τι καὶ ἐντιθεῖσα, οἷον ὁ ἐγκεντρίζων γεωργός, τὸ δὲ ἐνυπάρχον ἀνακινοῦσα. πολλοὶ γὰρ ἐν ἡμῖν κατὰ τὸν θεῖον ἀπόστολον ἀσθενεῖς καὶ ἄρρωστοι, καὶ κοιμῶνται ἱκανοί. εἰ δὲ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἄν ἐκρινόμεθα.