Thesauros Edebiyat satire Ποδάγρα

Ποδάγρα

Ποδάγρα Lucian of Samosata

urn:cts:greekLit:tlg0062.tlg071.perseus-grc2

Χόρος
ὁ γέρων λιπαραῖσιν ἐν ἀγκάλαις 100
 
πρώταν ἐλόχευσεν Ὁφίων.
 
ὅτ’ ἐπαύσατο μὲν σκότιον χάος
 
ἀνέτειλέ τε λαμπέτις ἀὼς
 
καὶ παμφαὲς ἀελίου σέλας.
 
τότε καὶ Ποδάγρας ἐφάνη κράτος. 105
 
ὅτε γὰρ λαγόνων σε τεκοῦσα
 
Μοῖρα Κλωθὼ τότ’ ἔλουσεν,
 
ἐγέλασσεν ἅπαν σέλας οὐρανοῦ,
 
μέγα δ’ ἔκτυπεν εὔδιος αἰθήρ·
 
τὰν δ’ εὐγλαγέτοις ἐνὶ μαξοῖς 110
 
εὔολβος ἐθρέψατο Πλούτων.
Πόδαγρος
Τίσιν δὲ τελεταῖς ὀργιάξει προσπόλους;
Χόρος
Οὐχ αἷμα λάβρον προχέομεν ἀποτομαῖς σιδάρου,
 
οὐ τριχὸς ἀφέτου λυγίζεται στροφαῖσιν αὐχήν,
 
οὐδὲ πολυκρότοις ἀστραγάλοις πέπληγε νῶτα, 115
 
οὐδ’ ὠμὰ λακιστὰ κρέα σιτούμεθα ταύρων·
 
ὅτε δὲ πτελέας ἔαρι βρύει τὸ λεπτὸν ἄνθος
 
καὶ πολυκέλαδος κόσσυφος ἐπὶ κλάδοισιν ᾄδει,
 
τότε διὰ μελέων ὀξὺ βέλος πέπηγε μύσταις,
← Önceki bölüm urn:cts:greekLit:tlg0062.tlg071.perseus-grc2 · 1 / 1 Sonraki bölüm →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi