Thesauros Edebiyat satire Ποδάγρα

Ποδάγρα

Ποδάγρα Lucian of Samosata

urn:cts:greekLit:tlg0062.tlg071.perseus-grc2

Ποδάγρα
ὑπέρτερον πέφυκεν εἴτ’ ἐμαὶ φλόγες. 280
 
δεῦτ’, ὦ σκυθρωπαί, πάντοθεν ποτώμεναι
 
βάσανοι, πάρεδροι τῶν ἐμῶν βακχευμάτων,
 
πελάζετ’ ἆσσον· καὶ σὺ μὲν ποδῶν ἄκρους
 
φλέγμαινε ταρσοὺς δακτύλων ποδῶν ἄχρι,
 
σὺ δὲ σφυροῖς ἔμβαινε, σὺ δὲ μηρῶν ἄπο 285
 
ἐς γόνατα λεῖβε πικρὸν ἰχώρων βάθος,
 
ὑμεῖς δὲ χειρῶν δακτύλους λυγίζετε.
Πόνοι
Ἴδ’, ὡς ἔταξας πάντα σοι δεδράκαμεν·
 
κεῖνται βοῶντες οἱ ταλαίπωροι μέγα,
 
ἅπαντα γυῖα προσβολῇ στρεβλούμενοι. 290
Ποδάγρα
Φέρετ’, ὦ ξένοι, μάθωμεν ἀτρεκέστατον,
 
εἰ χρισθὲν ὑμᾶς φάρμακον τόδ’ ὠφελεῖ.
 
εἰ γὰρ σαφῶς τόδ’ ἐστὶν ἀντίξουν ἐιιοί,
 
λείπουσα γαῖαν εἰς μυχοὺς εἶμι χθονός,
 
ἄϊστος, ἀφανής, πύματα Ταρτάρου βαθη. 295
Ἰατρός
Ἰδού, κέχρισται, κοὐ χαλᾷ φλογμὸν πόνων.
Πόδαγρος
Οἴμοι, παπαῖ γε, τείρομαι, διόλλυμαι,
 
ἅπαν πέπαρμαι γυῖον ἀσκόπῳ κακῷ·
 
οὐ Ζεὺς κεραυνοῦ τοῖον αἰωρεῖ βέλος,
← Önceki bölüm urn:cts:greekLit:tlg0062.tlg071.perseus-grc2 · 1 / 1 Sonraki bölüm →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi