Thesauros Edebiyat satire Ποδάγρα

Ποδάγρα

Ποδάγρα Lucian of Samosata

urn:cts:greekLit:tlg0062.tlg071.perseus-grc2

Ποδάγρα
ὅμως ποδαγρὸς ὢν καὶ πονῶν ἦρχε στόλου· 260
 
Ἰθάκης ἄνακτα Λαρτιάδην Ὀδυσσέα
 
ἐγὼ κατέπεφνον. οὐκ ἄκανθα τρυγόνος.
 
ὡς οὔτι χαιρήσοντες, ὦ δυσδαίμονες,
 
ἴσην πάθηθε κόλασιν οἷς δεδράκατε.
Ἰατροὶ
Σύροι μέν ἐσμεν, ἐκ Δαμασκοῦ τῷ γένει, 265
 
λιμῷ δὲ πολλῷ καὶ πενίᾳ κρατούμενοι
 
γὴν καὶ θάλασσαν ἐφέπομεν πλανώμενοι·
 
ἔχομεν δὲ χρῖσμα πατροδώρητον τόδε,
 
ἐν ᾧ παρηγοροῦμεν ἀλγούντων πόνους.
Ποδάγρα
Τί δὴ τὸ χρῖσμα καὶ τίς ἡ σκευή; φράσον. 270
Ἰατρός
Μύστης με σιγᾶν ὅρκος οὐκ ἐᾷ φράσαι.
 
καὶ λοισθία θνήσκοντος ἐντολὴ πατρός,
 
ὃς ἔταξε κεύθειν φαρμάκου μέγα σθένος,
 
ὃ καὶ σὲ παύειν οἶδεν ἠγριωμένην.
Ποδάγρα
Εἶτ’ ὦ κατάρατοι καὶ κακῶς ὀλούμενοι, 275
 
ἔστιν τις ἐν γῇ φαρμάκου δρᾶσις τόση,
 
ὃ χρισθὲν οἶδε τὴν ἐμὴν παῦσαι βίαν;
 
ἀλλ’ εἶα. τήνδε σύμβασιν συνθώμεθα,
 
καὶ πειράσωμεν εἴτε φαρμάκου σθένος
← Önceki bölüm urn:cts:greekLit:tlg0062.tlg071.perseus-grc2 · 1 / 1 Sonraki bölüm →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi