Thesauros Edebiyat satire Ψευδοσοφιστής ἢ Σολοικιστής

Ψευδοσοφιστής ἢ Σολοικιστής

Ψευδοσοφιστής ἢ Σολοικιστής Lucian of Samosata

9–10

Σολοικιστής
Ἐμὲ μὲν οὐδέν, ἐκεῖνον δὲ ἐπεσελθεῖν βούλεσθαι ἢ ἐξιέναι.
Λυκῖνος
Σὲ δὲ ἀγνοοῦντα τὸν κόπτοντα ἤ ψοφοῦντα οὐδὲν ὅλως πεπονθέναι δόξομεν ἀπαίδευτον ὄντα;
Σολοικιστής
Ὑβριστὴς εἶ.
Λυκῖνος
Τί λέγεις; ὑβριστὴς ἐγώ; νῦν δὴ γενήσομαί σοι διαλεγόμενος. ἔοικε δὲ σολοικίσαι τὸ νῦν δὴ γενήσομαι, σὺ δ’ οὐκ ἔγνως.
Σολοικιστής
Παῦσαι πρὸς τῆς Ἀθηνᾶς· ἀλλ’ εἰπέ τι τοιοῦτον, ὥστε κἀμὲ μαθεῖν.
Λυκῖνος
Καὶ πῶς ἄν μάθοις;
Σολοικιστής
Εἴ μοι πάντα ἐπέλθοις, ὅσα φὴς σολοικίσας ἐμὲ λαθεῖν καὶ παρ’ ὅ τι ἕκαστον σεσολοίκισται.
Λυκῖνος
Μηδαμῶς, ὦ ἄριστε· μακρὸν γὰρ ἢν ποιήσαιμεν τὸν διάλογον. ἀλλὰ περὶ μὲν τούτων ἔξεστί σοι καθ’ ἕκαστον αὐτῶν πυνθάνεσθαι· νῦν δὲ ἕτερ’ ἄττα ἐπέλθωμεν, εἰ δοκεῖ, καὶ πρῶτόν γε αὐτὸ τοῦτο τὸ ἄττα μὴ δασέως, ἀλλὰ ψιλῶς ἐξενεγκεῖν· ὀρθῶς φαίνεται ῥηθὲν μετὰ τοῦ ἕτερα συντιθέμενον· μὴ γὰρ οὕτως ἄλογον ἦν ἄν. ἔπειτα τὸ τῆς ὕβρεως, ἥν με φὴς ὑβρίσαι σε, εἰ μὴ οὕτω λέγοιμι, ἀλλ’ εἰς σέ, φαίην ἴδιον.
Σολοικιστής
Ἐγὼ μὲν οὐκ ἔχω εἰπεῖν. 5
Λυκῖνος
Ὅτι τὸ μὲν σὲ ὑβρίζειν τὸ σῶμά ἐστι τὸ σὸν ἤτοι πληγαῖς ἢ δεσμοῖς ἢ καὶ ἄλλῳ τρόπῳ, τὸ δὲ ἐς σέ, ὅταν εἴς τι τῶν σῶν γίγνηται ἡ ὕβρις· καὶ γὰρ ὅστις γυναῖκα φίλον καὶ ὅστις γε οἰκέτην. πλὴν γὰρ περὶ πραγμάτων οὕτως ἔχει σοι· ἐπεὶ τὸ ἐς πρᾶγμα ὑβρίζειν λέλεκται, οἷον ἐς τὴν παροιμίαν, ὡς ὁ Πλάτων φησὶν ἐν τῷ Συμποσίῳ.
Σολοικιστής
Κατανοῶ τὸ διάφορον.
Λυκῖνος
Ἆρ’ οὖν καὶ τοῦτο κατανοεῖς, ὅτι τὸ ταῦτά ὑπαλλάττειν σολοικίζειν καλοῦσιν;
Σολοικιστής
Ἀλλὰ δὲ τὸ ὑπαλλάττειν εἴ τις ἐναλλάττειν λέγει, τί σοι δόξει λέγειν;
 
Ἐμοὶ μὲν ταὐτὸν λέγειν δόξει. 10

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi