Thesauros Edebiyat satire Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι Lucian of Samosata

5–1

ΒΑΚΧΙΣ
Ταύτας κρεμάσασα ἐκ παττάλου ὑποθυμιᾷ τῷ θείῳ, πάττουσα καὶ τῶν ἁλῶν ἐπὶ τὸ πῦρ· ἐπιλέγει δὲ ἀμφοῖν τὰ ὀνόματα καὶ τὸ ἐκείνου καὶ τὸ σόν. εἶτα ἐκ τοῦ κόλπου προκομίσασα ῥόμβον ἐπιστρέφει ἐπῳδήν τινα λέγουσα ἐπιτρόχῳ τῇ γλώττῃ, βαρβαρικὰ βαρβαρικὴν πολλὰ φρικώδη ὀνόματα ἔχουσαν β. καὶ φρικώδη ὀνόματα. ταῦτα ἐποίησε τότε. καὶ μετ' οὐ πολὺ Φανίας, ἅμα καὶ τῶν συνεφήβων ἐπιτιμησάντων αὐτῷ καὶ τῆς Φοιβίδος, ᾗ συνῆν, πολλὰ αἰτούσης, ἧκέ μοι, τὸ πλέον ὑπὸ τῆς ἐπῳδῆς ἀγόμενος. ἔτι δὲ καὶ τοῦτό με σφόδρα κατὰ τῆς Φοιβίδος τὸ μίσηθρον ἐδιδάξατο, τηρήσασαν τὸ ἴχνος, ἐπὰν ἀπολίποι, ἀμαυρώσασαν ἐπιβῆναι μὲν τῷ ἀριστερῷ ἐκείνης τὸν ἐμὸν δεξιόν. τῷ δεξιῷ δὲ τὸν ἀριστερὸν ἔμπαλιν καὶ λέγειν, Ἐπιβέβηκά σοι καὶ ὑπεράνω εἰμί·
 
καὶ ἐποίησα ὡς προσέταξε.
ΜΕΛΙΤΤΑ
Μὴ μέλλε, μὴ μέλλε, ὦ Βακχί, κάλει ἤδη τὴν Σύραν. σὺ δέ, ὦ Ἀκί, τὸν ἄρτον καὶ τὸ θεῖον καὶ τὰ ἄλλα πάντα πρὸς τὴν ἐπῳδὴν εὐτρέπιζε.
 
ΚΛΩΝΑΡΙΟΝ ΚΑΙ ΛΕΑΙΝΑ
ΚΛΩΝΑΡΙΟΝ
Καινὰ περὶ σοῦ ἀκούομεν, ὦ Λέαινα, τὴν Λεσβίαν Μέγιλλαν τὴν πλουσίαν ἐρᾶν σου ὥσπερ ἄνδρα καὶ συνεῖναι ὑμᾶς οὐκ οἶδ’ ὅ τι ποιούσας μετ' ἀλλήλων. τί τοῦτο; ἠρυθρίασας; ἀλλ’ εἰπὲ εἰ ἀληθῆ ταῦτά ἐστιν.
ΛΕΑΙΝΑ
Ἀληθῆ, ὦ Κλωνάριον· αἰσχύνομαι δέ, ἀλλόκοτον γάρ τί ἐστι.
ΚΛΩΝΑΡΙΟΝ
Πρὸς τῆς κουροτρόφου τί τὸ πρᾶγμα, ἢ τί βούλεται ἡ γυνή; τί δὲ καὶ πράττετε, ὅταν συνῆτε; ὁρᾷς; οὐ φιλεῖς με· οὐ γὰρ ἂν ἀπεκρύπτου τὰ τοιαῦτα.
ΛΕΑΙΝΑ
Φιλῶ μέν σε, εἰ καί τινα ἄλλην. ἡ γυνὴ δὲ δεινῶς ἀνδρική ἐστιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi